Ancient Greek · ~3 min
Catechesis 3
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 3.16
Not analysed yet
Βούλει μαθεῖν καὶ ἑτέρωθεν τοῦ αἵματος τούτου τὴν ἰσχύν; Βλέπε πόθεν ἔρρευσε τὴν ἀρχὴν καὶ πόθεν τὴν πηγὴν ἔσχεν, ἄνωθεν ἀπὸ τοῦ σταυροῦ, ἀπὸ τῆς πλευρᾶς τῆς δεσποτικῆς. Τεθνηκότος γάρ, φησί, τοῦ Χριστοῦ καὶ ἐν τῷ σταυρῷ ὄντος ἔτι, προσελθὼν ὁ στρατιώτης ἔνυξε τὴν πλευρὰν τῇ λόγχῃ, εἶτα ἐξῆλθεν ὕδωρ καὶ αἷμα. Καὶ τὸ μὲν τοῦ βαπτίσματος σύμβολον ἦν, τὸ δὲ τῶν μυστηρίων. Διὰ τοῦτο οὐκ εἶπεν· Ἐξῆλθεν αἷμα καὶ ὕδωρ ἀλλὰ πρῶτον ἐξῆλθε τὸ ὕδωρ καὶ τότε τὸ αἷμα, ἐπειδὴ πρῶτον τὸ βάπτισμα καὶ τότε τὰ μυστήρια. Ἔνυξε τοίνυν τὴν πλευρὰν ὁ στρατιώτης ἐκεῖνος, διώρυξε τὸν τοῖχον τοῦ ἁγίου ναοῦ καὶ ἐγὼ τὸν θησαυρὸν εὗρον καὶ τὸν πλοῦτον ἔλαβον. Οὕτω καὶ ἐπὶ τοῦ ἀμνοῦ γέγονεν· οἱ Ἰουδαῖοι ἔσφαζον τὸ πρόβατον καὶ ἐγὼ τὴν σωτηρίαν τὴν ἀπὸ τῆς θυσίας ἐκαρπωσάμην.