Ancient Greek · ~3 min
Catechesis 3
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 3.18
Not analysed yet
Διὰ τοῦτο καὶ Μωϋσῆς περὶ τοῦ πρώτου ἀνθρώπου διεξιὼν λέγει· «Ὀστοῦν ἐκ τῶν ὀστέων μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου», τὴν πλευρὰν ἡμῖν αἰνιττόμενος τοῦ δεσπότου. Ὥσπερ γὰρ τότε ἔλαβεν ὁ Θεὸς τὴν πλευρὰν καὶ διέπλασε γυναῖκα, οὕτως ἔδωκεν ἡμῖν αἷμα καὶ ὕδωρ ἐκ τῆς πλευρᾶς αὐτοῦ καὶ ἀνέπλασε τὴν ἐκκλησίαν. Ὥσπερ οὖν τότε ἐν τῇ ἐκστάσει τὴν πλευρὰν ἔλαβε, καθεύδοντος τοῦ Ἀδάμ, οὕτω καὶ νῦν μετὰ τὸν θάνατον τὸ αἷμα καὶ τὸ ὕδωρ ἔδωκεν, ἐν πρώτοις δὲ τὸ ὕδωρ εἶτα τὸ αἷμα. Ἀλλ' ὅπερ τότε ἡ ἔκστασις, τοῦτο νῦν ὁ θάνατος γέγονεν ἵνα μάθῃς ὅτι ὁ θάνατος οὗτος ὕπνος λοιπόν ἐστιν.