Ancient Greek · ~2 min
Catechesis 4
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 4.1
Not analysed yet
Φαιδρότερον σήμερον ὁρῶ τοῦ συνήθους τὸν σύλλογον καὶ τὴν τοῦ Θεοῦ ἐκκλησίαν ἀγαλλομένην ἐπὶ τοῖς οἰκείοις τέκνοις. Καθάπερ γὰρ μήτηρ φιλόστοργος ὁρῶσα τοὺς ἑαυτῆς παῖδας κυκλοῦντας αὐτὴν ἥδεται καὶ σκιρτᾷ καὶ πτεροῦται ὑπὸ τῆς ἡδονῆς, τὸν αὐτὸν δὴ τρόπον καὶ ἡ πνευματικὴ αὕτη μήτηρ βλέπουσα τὰ ἑαυτῆς τέκνα χαίρει καὶ γέγηθεν ὁρῶσα ἑαυτὴν καθάπερ πολύφορον ἄρουραν κομῶσαν τοῖς στάχυσι τούτοις τοῖς πνευματικοῖς. Σκόπει δέ μοι, ἀγαπητέ, τῆς χάριτος τὴν ὑπερβολήν. Ἰδοὺ γὰρ ἐν μιᾷ νυκτὶ πόσους ἀθρόον ἀπέτεκεν ἡ πνευματικὴ αὕτη μήτηρ. Καὶ μὴ θαυμάσῃς· τοιαῦται γὰρ αἱ ὠδῖνες αἱ πνευματικαί· οὐ δέονται χρόνου καὶ περιόδου μηνῶν.