# Catecheses ad illuminandos 1-8 (series tertia) 6.10

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia), Catechesis 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/catecheses-ad-illuminandos-1-8-series-tertia/6.10

Θέα μοι πῶς διὰ τῆς βραχείας ταύτης λέξεως πάντα τὸν βίον ἡμῶν συμπεριέλαβεν· εἰπὼν γάρ· εἴτε τι ποιεῖτε, πᾶσαν ἡμῶν τὴν ζωὴν ἑνὶ ῥήματι περιέκλεισε, βουλόμενος ἡμᾶς πανταχοῦ μηδὲν πρὸς ἀνθρωπίνην δόξαν ἀφορῶντας διαπράττεσθαι τῶν τῆς ἀρετῆς ἔργων. Καὶ οὐ τοῦτο μόνον, ἀλλ' εἰπών· «εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε», καὶ ἕτερον ἡμῖν αἰνίττεται, τὸ πάντη τῶν τῆς κακίας ἔργων ἀπέχεσθαι καὶ μηδὲν πράττειν ὃ μὴ φέρει δόξαν τῷ κοινῷ πάντων δεσπότῃ. Κἄν τε οὖν ἀρετὴν μετίωμεν, τοῦτο σκοπῶμεν πρὸ πάντων τὸν παρὰ τοῦ μόνου Θεοῦ ἔπαινον κομίζεσθαι καὶ μηδεὶς ἡμῖν ἔσται λόγος τῆς παρὰ τῶν ἀνθρώπων εὐφημίας, κἄν τε ῥᾳθυμῶμεν, ἐκεῖνο ἡμᾶς φοβείτω καὶ τὸν λογισμὸν ἡμῶν συστελλέτω, τὸ κριτήριον ἐκεῖνο λέγω τὸ ἀδέκαστον, καὶ ἡ τῆς φοβερᾶς ἐκείνης ἡμέρας ἐπέλευσις καὶ τὸ εἰς βλασφημίαν τοῦ Θεοῦ τείνειν τὰ παρ' ἡμῶν γινόμενα. Ὥσπερ οὖν ἐπὶ τῶν τὴν ἀρετὴν μετιόντων φησί· «Τοὺς δοξάζοντάς με δοξάσω», οὕτως ἄκουε πάλιν τοῦ προφήτου λέγοντος· «Οὐαὶ ὑμῖν ὅτι δι' ὑμᾶς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν.»

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg382.local001/.
