Ancient Greek · ~3 min
Catechesis 8
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 8.1
Not analysed yet
Ἱκανῶς ὑμᾶς εἱστίασαν ἐν ταῖς παρελθούσαις ἡμέραις οἱ καλοὶ διδάσκαλοι καὶ συνεχοῦς ἀπελαύσατε τῆς πνευματικῆς αὐτῶν παραινέσεως, δαψιλοῦς τῆς εὐλογίας μετασχόντες ἀπὸ τῶν λειψάνων τῶν ἁγίων μαρτύρων. Φέρε δὴ σήμερον λοιπὸν ἐπειδὴ λαμπρότερον ἡμῖν τὸ θέατρον ἀπειργάσαντο οἱ ἀπὸ τῆς χώρας πρὸς ἡμᾶς συρρεύσαντες, καὶ ἡμεῖς δαψιλεστέραν αὐτοῖς τράπεζαν παραθῶμεν τὴν πνευματικὴν τὴν πολλῆς ἀγάπης γέμουσαν ἣν περὶ ἡμᾶς ἐπεδείξαντο. Ταύτην τοίνυν αὐτοῖς παρασχόντες τὴν ἀμοιβὴν καὶ ἀποδεξάμενοι τῆς περὶ ἡμᾶς διαθέσεως, πολλὴν περὶ αὐτοὺς τὴν φιλοξενίαν ἐπιδείξασθαι σπουδάσωμεν. Εἰ γὰρ αὐτοὶ τοσοῦτον ὁδοῦ μῆκος διανύσαι οὐκ ὤκνησαν ὥστε διὰ τῆς ἑαυτῶν παρουσίας πολλὴν ἡμῖν παρασχεῖν τὴν εὐφροσύνην, πολλῷ μᾶλλον ἡμᾶς δίκαιον δαψιλεστέραν αὐτοῖς σήμερον παραθεῖναι τὴν πνευματικὴν ταύτην τροφήν, ἵν' ἐφόδια λαβόντες ἱκανὰ οὕτως ἐντεῦθεν οἴκαδε ἐπανέλθωσιν.