Ancient Greek
Catechesis 8
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 8.18
Not analysed yet
Καὶ διὰ τοῦτο προσήκει ἡμᾶς καθ' ἑκάστην ἑσπέραν ὑπὲρ τούτων ἁπάντων τὴν συγγνώμην αἰτεῖν παρὰ τοῦ δεσπότου καὶ ἐπὶ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν καταφεύγειν καὶ παρακαλεῖν. Καὶ τῆς νυκτὸς τὸν καιρὸν μετὰ νήψεως ἡμᾶς διαγαγόντας, οὕτω πάλιν ἐπὶ τὴν ὑπὸ τὸν ὄρθρον ἐξομολόγησιν ἀπαντᾶν ἵν' οὕτως ἕκαστος ἡμῶν τὸν ἑαυτοῦ βίον οἰκονομῶν, καὶ τοῦ παρόντος βίου τὸ πέλαγος ἀκινδύνως διαδραμεῖν δυνηθῇ καὶ τῆς παρὰ τοῦ δεσπότου φιλανθρωπίας ἀξιωθῆναι. Καὶ ἐπειδὰν καιρὸς συνάξεως καλῇ, πάντων προτιμάσθω τὰ πνευματικὰ καὶ ἡ ἐνταῦθα συνέλευσις, ἵνα καὶ τὰ ἐν χερσὶν ἡμῖν μετὰ ἀσφαλείας οἰκονομῆται.