Ancient Greek
Catechesis 8
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 8.20
Not analysed yet
Διά τοι τοῦτο βούλεται ἡμᾶς πάσης τοιαύτης ἀπηλλάχθαι φροντίδος καὶ περὶ τὰ πνευματικὰ ἅπασαν ἔχειν τὴν σχολήν. Ζήτει γὰρ σύ, φησί, τὰ πνευματικὰ κἀγώ σοι μετὰ δαψιλείας παρέξω πάντα τὰ σωματικά. Ἐντεῦθεν καὶ οἱ δίκαιοι πάντες εὐδοκίμησαν. Ἀπὸ γὰρ τῆς τούτων ἀρετῆς καὶ ὁ λόγος ἡμῖν οὗτος εἰς μέσον ἤχθη· ἐλέγομεν γὰρ ὅτι αἰσθητῶν ἐπαγγελίαν ἐκεῖνοι δεξάμενοι πραγμάτων τὰ νοητὰ ἐπεζήτουν· ἡμεῖς δὲ ἀπεναντίας ἐκείνοις πράττομεν καὶ νοητῶν ἐπαγγελίαν ἔχοντες περὶ τὰ αἰσθητὰ κεχήναμεν.