# Catechesis de juramento (series prima) 157

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catechesis de juramento (series prima), Pg 157. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/catechesis-de-juramento-series-prima/157

γὰρ τοὺς μὴ κατωρθωκότας μηδὲ ὅλως ἀκοῦσαι μυστικῶν λόγων· ἀλλ' ἵνα μὴ ἐπηρεάζωνται ἐκεῖνοι, χαρισώμεθα τοῖς ῥᾳθυμοτέροις διὰ τοὺς σπουδαιοτέρους· πολλῷ γὰρ βέλτιον τούτοις δι' ἐκείνους χαρίσασθαι, ἢ τοὺς σπουδαιοτέρους ἐπηρεάσαι διὰ τοὺς ῥᾳθυμοτέρους. Ἀναμνῆσαι δὲ βούλομαι χρέους ὑμᾶς, ὃ τῇ προτέρᾳ διαλέξει ὑπεσχόμην μέν, οὐ κατέβαλον δέ, πρὸς ἀναγκαιότερα τοῦ λόγου κατεπείξαντος ἡμᾶς. τί οὖν ἦν τὸ χρέος ἐκεῖνο; ἐζήτουν πρὸς ὑμᾶς εἰπεῖν, τίνος ἕνεκεν οἱ πατέρες οἱ ἡμέτεροι πάντα τὸν χρόνον τοῦ ἐνιαυτοῦ παραδραμόντες ἐν τούτῳ τῷ καιρῷ ἐνομοθέτησαν τὰς ὑμετέρας μυσταγωγεῖσθαι ψυχάς· καὶ ἔλεγον, ὅτι οὐχ ἁπλῶς οὐδὲ εἰκῇ ἡ τοῦ καιροῦ παρατήρησις γέγονεν. ἀεὶ μὲν γὰρ ἡ αὐτὴ χάρις καὶ οὐκ ἐμποδίζεται χρόνῳ· θείᾳ γάρ ἐστιν ἡ χάρις· ἔχει δὲ μυστικόν τι καὶ ἡ τοῦ καιροῦ παρατήρησις. τίνος οὖν ἕνεκεν νῦν ἐνομοθέτησαν τὴν ἑορτὴν ταύτην οἱ πατέρες; νῦν ὁ βασιλεὺς ἡμῶν ἐνίκησε τὸν πόλεμον τὸν πρὸς τοὺς βαρβάρους· βάρβαροι γάρ εἰσι καὶ βαρβάρων ἀγριώτεροι πάντες οἱ δαίμονες. νῦν τὴν ἁμαρτίαν κατέλυσε, νῦν τὸν θάνατον ἔσβεσε καὶ τὸν διάβολον ὑπέταξε, τοὺς αἰχμαλώτους ἔλαβε. τῶν ἐπινικίων τοίνυν ἐκείνων ὑπομνήματα ἄγομεν τὴν παροῦσαν ἡμέραν. διὰ τοῦτο νῦν ἐνομοθέτησαν οἱ πατέρες τὰς βασιλικὰς δωρεὰς διανέμεσθαι· οὗτος γὰρ ἐπινικίων ὁ νόμος. οὕτω καὶ οἱ ἔξωθεν βασιλεῖς ποιοῦσι· τὰς ἡμέρας τῶν ἐπινικίων πολλαῖς τιμῶσι τιμαῖς. ἀλλ' ἐκείνης μὲν τῆς τιμῆς ὁ τρόπος ἀτιμίας γέμει· ποία γὰρ τιμὴ θέατρα καὶ τὰ ἐν θεάτροις πραττόμενα καὶ λεγόμενα; οὐχὶ πάντα αἰσχύνης ἐμπέπλησται καὶ πολλοῦ τοῦ γέλωτος; αὕτη δὲ ἡ τιμὴ τῆς τοῦ τιμήσαντός ἐστιν ἀξία μεγαλοδωρεᾶς. διὰ τοῦτο νῦν ἐνομοθέτησαν, ἵνα σε ἀναμνήσωσι διὰ τοῦ καιροῦ τῆς νίκης τοῦ δεσπότου, ἵνα ἐν τοῖς ἐπινικίοις ὦσί τινες οἱ τὰ λαμπρὰ φοροῦντες ἱμάτια καὶ εἰσιόντες εἰς τιμὴν τοῦ βασιλέως· οὐ διὰ τοῦτο δὲ μόνον, ἀλλ' ἵνα

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catechesis de juramento (series prima). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg380.local001/.
