# Catechesis de juramento (series prima) 158

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catechesis de juramento (series prima), Pg 158. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/catechesis-de-juramento-series-prima/158

καὶ κατὰ τὸν καιρὸν κοινωνῇς τῷ δεσπότῃ. ἐσταυρώθη, φησίν, ἐκεῖνος ἐν τῷ ξύλῳ· σταυρώθητι σὺ διὰ τοῦ βαπτίσματος· σταυρὸς γάρ φησι καὶ βάπτισμα καὶ θάνατος, ἀλλὰ θάνατος ἁμαρτίας, ἀλλὰ σταυρὸς τοῦ παλαιοῦ ἀνθρώπου. Ἄκουσον γοῦν, τί φησιν ὁ Παῦλος, πῶς ἀμφότερα λέγει περὶ τοῦ βαπτίσματος, ὅτι θάνατος ἐστιν ἁμαρτίας καὶ ὁ σταυρός· "ἢ ἀγνοεῖτε ὅτι ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθητε"; καὶ πάλιν· "ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη, ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας". ἵνα οὖν μὴ ἀκούσας θάνατον καὶ ἀκούσας σταυρὸν φοβηθῇς, ἐπήγαγεν ὅτι ἁμαρτίας θάνατός ἐστιν ὁ σταυρός. εἶδες, πῶς σταυρὸς τὸ βάπτισμα; μάθε, ὅτι καὶ τὸν σταυρὸν βάπτισμα ἐκάλεσεν ὁ Χριστός, ἀντιδιδούς σοι καὶ ἀντιλαμβάνων τὸ ὄνομα τοῦ βαπτίσματος. τὸ βάπτισμα τὸ σὸν ἐκάλεσε σταυρόν· τὸν σταυρὸν τὸν ἐμόν, φησί, καλῶ βάπτισμα. καὶ ποῦ τοῦτο φησί; "βάπτισμα ἔχω βαπτισθῆναι, ὃ ὑμεῖς οὐκ οἴδατε". καὶ πόθεν δῆλον, ὅτι περὶ τοῦ σταυροῦ λέγει; προσῆλθον αὐτῷ υἱοὶ Ζεβεδαίου, μᾶλλον δὲ "ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου" λέγουσα· "Εἰπέ, ἵνα οὗτοι οἱ δύο υἱοί μου καθίσωσιν, εἷς ἐκ δεξιῶν καὶ εἷς ἐξ εὐωνύμων ἐν τῇ βασιλείᾳ σου". μητρὸς ἡ αἴτησις, εἰ καὶ ἀπερίσκεπτος. τί οὖν ὁ Χριστός; "δύνασθε πιεῖν τὸ ποτήριον, ὃ ἐγὼ μέλλω πίνειν, καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι"; ὁρᾷς, ὅτι βάπτισμα τὸν σταυρὸν ἐκάλεσε· πόθεν τοῦτο δῆλον; "δύνασθε", φησί, "πιεῖν τὸ ποτήριον, ὃ ἐγὼ μέλλω πίνειν"; ποτήριον τὸ πάθος λέγει καὶ διὰ τοῦτο φησί· "πάτερ, εἰ δυνατόν, παρελθέτω τὸ ποτήριον τοῦτο ἀπ' ἐμοῦ". εἶδες, πῶς βάπτισμα τὸν σταυρὸν ἐκάλεσε καὶ τὸ πάθος ποτήριον; ἐκάλεσε δὲ οὕτως,

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catechesis de juramento (series prima). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg380.local001/.
