# Catechesis de juramento (series prima) 159

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catechesis de juramento (series prima), Pg 159. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/catechesis-de-juramento-series-prima/159

οὐκ ἐπειδὴ αὐτὸς ἐκαθαίρετο (πῶς γάρ, "ὅς γε ἁμαρτίαν οὐκ ἐποίησεν οὐδὲ δόλος ἦν ἐν τῷ στόματι αὐτοῦ";), ἀλλ' ἐπειδὴ τὸ αἷμα τὸ ῥεῦσαν ἐκεῖθεν ἅπασαν τὴν οἰκουμένην ἐκάθηρε. διὰ τοῦτο καὶ ὁ Παῦλος φησί· "εἰ σύμφοιτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ διὰ τοῦ βαπτίσματος". οὐκ εἶπε "τῷ θανάτῳ", ἀλλὰ "τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ". θάνατος μὲν γὰρ κἀκεῖνο καὶ τοῦτο, ἀλλ' οὐ τοῦ αὐτοῦ πράγματος· ἐκεῖνο μὲν γὰρ σώματος, τοῦτο δὲ ἁμαρτίας· διὰ τοῦτο ὁμοίωμα θανάτου. Τί οὖν; ἀποθνῄσκομεν μόνον μετὰ τοῦ δεσπότου καὶ ἐν τοῖς σκυθρωποῖς κοινωνοῦμεν μόνον; μάλιστα μὲν οὐδὲ τοῦτο σκυθρωπόν, τὸ κοινωνῆσαι θανάτῳ δεσποτικῷ. πλὴν μικρὸν ἀνάμεινον καὶ ὄψει καὶ ἐν τοῖς χρηστοῖς κοινωνοῦτά σε· "εἰ γὰρ ἀπεθάνομεν σὺν αὐτῷ", φησί, "πιστεύομεν ὅτι καὶ συζήσομεν αὐτῷ". ὁμοῦ γὰρ καὶ ταφὴ καὶ ἀνάστασίς ἐστιν ἐν τῷ βαπτίσματι κατὰ τὸν αὐτὸν καιρόν· ἀφίησι κάτω τὸν παλαιὸν ἄνθρωπον καὶ λαμβάνει τὸν καινὸν καὶ ἀνίσταται, "ὥσπερ ἠγέρθη ὁ Χριστὸς διὰ τῆς δόξης τοῦ πατρός". ὁρᾷς, πῶς πάλιν τὴν ἀνάστασιν λέγει; ἀλλὰ διατί ἡ μὲν ἡμετέρα ἀνάστασις καὶ ἡ ταφὴ καὶ ὁ θάνατος ἐν τῷ αὐτῷ καιρῷ (ὁμοῦ γὰρ καὶ θαπτόμεθα καὶ ἀνιστάμεθα), ἡ δὲ τοῦ δεσπότου ἐβράδυνεν; ἐν τρισὶ γὰρ ἡμέραις ἠγέρθη. διατί οὖν ἡ μὲν ἡμετέρα ἀνάστασις ἀθρόον, ἡ δὲ δεσποτικὴ βραδυτέρα; ναὶ συμφερόντως, ἵνα μάθῃς ὅτι οὐ δι' ἀσθένειαν ἡ βραδυτής· ὁ γὰρ τὸν δοῦλον ἀναστῆσαι δυνηθεὶς ἐν βραχείᾳ καιροῦ ῥοπῇ πολλῷ μᾶλλον ἑαυτὸν ἀναστῆσαι ἠδύνατο. τίνος οὖν ἕνεκεν ἡ βραδυτής; τίνος ἕνεκεν ἡ τριήμερος ταφή; ἵνα βραδύναντος τοῦ θανάτου καὶ διὰ τῆς βραδυτῆτος ἀναμφισβήτητος τῆς ἀναστάσεως ἡ ἀπόδειξις γένηται. ὅπου γὰρ καὶ νῦν μετὰ τοσαύτην ἀπόδειξιν εἰσὶν ἄνθρω-

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catechesis de juramento (series prima). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg380.local001/.
