# Catechesis de juramento (series prima) 162

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catechesis de juramento (series prima), Pg 162. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/catechesis-de-juramento-series-prima/162

ἁπλῶς, λῃστῶν καταδρομή, θηρίων καταφυγή, δαιμόνων οἴκησις. ἐπεὶ οὖν ἔδοξε τῷ βασιλεῖ διὰ πολλὴν φιλανθρωπίαν τὸ πανδοχεῖον τοῦτο τὸ ἔρημον, τὸ ἀθύρωτον, τὴν καταφυγὴν τῶν λῃστῶν βασιλικὰς αὐλὰς γενέσθαι, διὰ τοῦτο ἔπεμψε προετοιμάζοντας τὸ καταγώγιον ἡμᾶς τοὺς διδάσκοντας κἀκείνους τοὺς ἐξορκίζοντας. καὶ ἡμεῖς μὲν οἱ διδάσκοντες τοὺς τοίχους σαθροὺς ὄντας ποιοῦμεν ὀχυροὺς διὰ τῆς διδασκαλίας· "πᾶς" γάρ φησιν, "ὅστις ἀκούει μου τοὺς λόγους τούτους καὶ ποιεῖ αὐτούς, ὁμοιωθήσεται ἀνδρὶ φρονίμῳ, ὅστις ᾠκοδόμησε τὴν οἰκίαν αὑτοῦ ἐπὶ τὴν πέτραν". ἀσφαλῆ καταβάλλωμεν τὰ θεμέλια, ἕως ἂν παραγένηται ὁ βασιλεύς. εἴ που ῥῦπόν τινα καὶ βόρβορον ἴδωμεν, ἐξαντλοῦμεν· τοιοῦτον γὰρ ἡ συνήθεια τῆς ἁμαρτίας, δυσώδης καὶ ἀκάθαρτος. ἄκουσον γοῦν, πῶς αὐτῆς τὴν φύσιν ὁ Δαυὶδ λέγει· "ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ' ἐμέ· προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου". ἡμεῖς μὲν ἐξαντλοῦμεν τὴν δυσωδίαν καὶ τίθεμεν τὸ μύρον τὸ πνευματικόν, οἱ δὲ ἐξορκίζοντες διὰ τῶν φοβερῶν ἐκείνων φωνῶν περισκοποῦσι, μή που θηρίον, μή που ὄφις, μή που ἔχις, μή που σκορπίος· μετὰ γὰρ τὸ τὴν φωνὴν ἀκοῦσαι τὴν φοβερὰν ἐκείνην, κἂν χαλεπὸν ᾖ τὸ θηρίον, οὐ δύναται καταδύεσθαι οὐδὲ φωλεύειν, ἀλλ' ἄνεισι καὶ δραπετεύει καὶ μὴ βουλόμενον. Ἐβουλόμην εἰπεῖν καὶ ἕτερον, ὅπερ οὐχ ὑπεσχόμην εἰπεῖν· ἀναγκαῖον δὲ ἦν εἰπεῖν, τίνος ἕνεκεν ἡμεῖς μὲν πιστοί, οἱ δὲ ἀμύητοι κατηχούμενοι. καὶ γὰρ αἰσχρὸν ὄντως καὶ καταγέλαστον τιμὴν λαμβάνοντα μηδὲ τὸ ὄνομα τῆς τιμῆς εἰδέναι. ἀλλὰ τί πάθω; ἐπέστη μοι πάλιν ἡ τῶν ὅρκων φροντὶς καὶ βραδυτῆτα ἐνεκάλεσε καὶ τὸν λόγον ἕλκει πρὸς ἑαυτήν. διὰ τοῦτο τούτους εἰς τὴν ἐπιοῦσαν ἀναβαλλόμενοι τοὺς λόγους πρὸς τὴν περὶ τῶν ὅρκων παραίνεσιν τρεψώμεθα νῦν. δεινὸν ὁ ὅρκος, ἀγαπητέ, δεινὸν καὶ ἐπιβλαβές· φάρμακον ὀλέθριον, δηλητήριον χαλεπόν, τραῦμα

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catechesis de juramento (series prima). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg380.local001/.
