# Catechesis de juramento (series prima) 165

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catechesis de juramento (series prima), Pg 165. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/catechesis-de-juramento-series-prima/165

ἐξ οὗ τὸν ὅρκον ἀπήρτισε καὶ ἔθηκε τὴν παγίδα καὶ τὸ δίκτυον ἐξέτεινε πανταχοῦ, τότε ἐπάγει τὴν αἴτησιν ἐκείνην, ἵνα ἄφευκτος γένηται ἡ λαβή. "δός μοι", φησίν, "ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ Βαπτιστοῦ". ἀναίσχυντος ἡ αἴτησις, ἀνόητος ἡ δόσις καὶ βλαβερά. ἀμφοτέρων τούτων ὁ ὅρκος αἴτιος. τί οὖν ἔδει ποιῆσαι; μνημονεύετέ μου ὅ τι ἔλεγον, ὅτι καὶ φυλάττοντες τὴν ἐντολὴν καὶ παραβαίνοντες ὁμοίως κολαζόμεθα. δοῦναι τὴν κεφαλὴν ἔδει τοῦ προφήτου; ἀλλ' ἀφόρητος ἡ κόλασις. ἀλλὰ μὴ δοῦναι; ἀλλ' ἐκδέξεται ἐπιορκίας ἔγκλημα. εἶδες, πῶς ἑκατέρωθεν ὁ κρημνός; "δός μοι", φησίν, "ὧδε ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ Βαπτιστοῦ". ὢ τῆς ἐναγοῦς αἰτήσεως· ἀλλ' ὅμως ἔπεισε καὶ ἐνόμιζεν ἐπιστομίζειν τὴν γλῶτταν ἐκείνην τὴν ἱεράν, ἣ δὲ μέχρι νῦν βοᾷ· καὶ γὰρ καθ' ἑκάστην ἡμέραν, μᾶλλον δὲ καθ' ἑκάστην ἐκκλησίαν ἀκούετε Ἰωάννου διὰ τῶν Εὐαγγελίων βοῶντος καὶ λέγοντος· "οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ σου". ἐξέτεμε τὴν κεφαλήν, ἀλλ' οὐκ ἐξέτεμε τὴν φωνήν· ἐπεστόμισε τὴν γλῶτταν, ἀλλ' οὐκ ἐπεστόμισε τὸν ἔλεγχον. Ἴδετε, τί ποιεῖ ὁ ὅρκος· προφητῶν ἀποτέμνει κεφαλάς. εἶδες τὸ δέλεαρ, φοβήθητι τὸν ὄλεθρον· εἶδες τὸ δίκτυον, μὴ ἐμπέσῃς. ἀλλ' ἀνάγκη λοιπὸν φείσασθαι, ὥστε μὴ βαθυτέραν γενέσθαι τὴν τομήν· ἀνάγκη λοιπὸν ἀνασχεῖν τὴν χεῖρα καὶ τὸ σιδήριον ᾑμαγμένον καὶ τὸν λόγον ἀπὸ τῶν τραυμάτων τῆς ἐπιορκίας εἰς σιγὴν ἀποθέσθαι. τοῦτο δὴ μέμνησθε καὶ οὐδέποτε ἁμαρτήσεσθε, ὅτι καὶ φυλάττοντες τὸν ὅρκον καὶ μὴ φυλάττοντες ὁμοίως κολάζεσθε. ποῦ νῦν εἰσιν οἱ λέγοντες, "Ἐὰν ἐπὶ δικαίῳ ὀμόσω"; ποῦ γὰρ δίκαιον τοῦτο, ὅταν νόμου παράβασις ᾖ; ποῦ δίκαιον, ὅταν ὁ θεὸς κωλύῃ, σὺ δὲ ποιεῖς; ἀλλὰ γὰρ ἀνάσχεσθε λοιπὸν ἐπιδεσμούντων ἡμῶν τὰ τραύματα· ἔχει γάρ τι καὶ ὁ ἐπίδεσμος ὀδυνηρόν. χαλεπὴ μὲν γὰρ καὶ τῆς ἐπιορκίας καὶ

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catechesis de juramento (series prima). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg380.local001/.
