Ancient Greek
Pg 173
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catechesis ultima ad baptizandos (series prima) 173
Not analysed yet
καὶ πᾶν νόσημα φεύξεται, πᾶσα ἐπιβουλὴ παραχωρήσει σοι σατανική. τούτων οὖν μέμνησο τῶν ῥημάτων· αὗται αἱ συνθῆκαι πρὸς τὸν νυμφίον εἰσί. καθάπερ γὰρ ἐπὶ τῶν γάμων τὰ τῶν ἕδνων καὶ τῆς φερνῆς ἀνάγκη συντελεῖσθαι γραμματεῖα, οὕτω καὶ νῦν πρὸ τῶν γάμων γίνεται· γυμνήν σε εὗρε καὶ πτωχὴν καὶ ἀσχημονοῦσαν, καὶ οὐ παρέδραμε· τῆς προαιρέσεώς σου γὰρ δεῖται μόνης. ἀντὶ προικὸς τοίνυν ταῦτα εἰσένεγκε τὰ ῥήματα καὶ μέγαν ἡγήσεται πλοῦτον ὁ Χριστός, ἂν ταῦτα φυλάττῃς διὰ παντός· πλοῦτος γὰρ ἐκείνου τῶν ἡμετέρων ψυχῶν ἡ σωτηρία. ἄκουσον, πῶς φησιν ὁ Παῦλος· "πλουτῶν εἰς πάντας καὶ ἐπὶ πάντας τοὺς ἐπικαλουμένους αὐτόν". Μετὰ δὲ τὰ ῥήματα ταῦτα, μετὰ τὴν ἀποταγὴν τοῦ διαβόλου, μετὰ τὴν συνταγὴν τὴν πρὸς τὸν Χριστόν, ἅτε οἰκείους γεγενημένους λοιπὸν καὶ οὐδὲν κοινὸν ἔχοντας πρὸς ἐκεῖνον, εὐθέως, σφραγίζεσθαι κελεύει καὶ ἐπὶ τοῦ μετώπου δίδωσί σοι τὸν σταυρόν. ἐπειδὴ γὰρ εἰκὸς τὸ θηρίον ἐκεῖνο ταῦτα ἀκοῦσαν τὰ ῥήματα ἀγριωθῆναι μᾶλλον (ἀναίσχυντον γάρ ἐστι) καὶ αὐτῇ βούλεται ἐπιπηδῆσαι τῇ ὄψει, διὰ τοῦ χρίσματος ἐντυπῶν σου τῷ προσώπῳ τὸν σταυρὸν ἅπασαν αὐτοῦ καταστέλλει τὴν μανίαν· οὐ γὰρ τολμήσει πρὸς τοιαύτην ἀντιβλέψαι λοιπὸν ὄψιν, ἀλλ' ὥσπερ ἀκτῖνας ὁρῶν ἐκπηδώσας ἐκεῖθεν, οὕτως ἀποτυφλωθεὶς τοὺς ὀφθαλμοὺς ἄπεισιν. ἐντυποῦται δὲ ὁ σταυρὸς διὰ τοῦ χρίσματος· τὸ δὲ χρῖσμα τοῦτο ἔλαιον ὁμοῦ καὶ μύρον ἐστί, μύρον μὲν ὡς νύμφην, ἔλαιον δὲ ὡς ἀθλητήν. καὶ ὅτι πάλιν οὐκ ἄνθρωπος, ἀλλ' αὐτός σε χρίει ὁ θεὸς διὰ τῆς τοῦ ἱερέως χειρός, ἄκουσον τοῦ Παύλου λέγοντος· "ὁ δὲ βεβαιῶν ἡμᾶς σὺν ὑμῖν εἰς Χριστὸν καὶ χρίσας ἡμᾶς, θεός". ἐπειδὰν δὲ τοῦτο τὸ ἄλειμμα ἀλείψῃ πάντα τὰ μέλη, μετὰ ἀδείας τὸν δράκοντα κατέχειν δύνασαι καὶ οὐδὲν πείσῃ δεινόν. Μετὰ τὴν χρῖσιν τοίνυν ταύτην ἐπὶ τὴν κολυμβήθραν τῶν ἁγίων ὑδάτων λείπεται ἐλθεῖν. τότε ἀποδύσας σε τὸ ἱμάτιον ὁ ἱερεύς, αὐτός σε κατάγει ἐπὶ τὰ νάματα. τίνος οὖν ἕνεκεν γυμνόν; ἀναμιμνήσκει σε τῆς προτέρας γυμνότητος, ὅτε ἦς ἐν τῷ παρα-