# Catechesis ultima ad baptizandos (series prima) 174

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catechesis ultima ad baptizandos (series prima), Pg 174. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/catechesis-ultima-ad-baptizandos-series-prima/174

δείσῳ καὶ οὐκ ᾐσχύνου· "ἦσαν" γάρ φησιν "Ἀδὰμ καὶ Εὔα γυμνοὶ καὶ οὐκ ᾐσχύνοντο", ἕως ἔλαβον τὸ τῆς ἁμαρτίας ἱμάτιον, τὸ πολλῆς γέμον αἰσχύνης. μὴ τοίνυν μηδὲ ἐνταῦθα αἰσχύνου· πολὺ γὰρ τοῦ παραδείσου βελτίων ἡ κολυμβήθρα. οὐκ ἔστιν ἐνταῦθα ὄφις, ἀλλὰ Χριστός ἐστιν ἐνταῦθα μυσταγωγῶν σε πρὸς τὴν ἐξ ὕδατος καὶ πνεύματος ἀναγέννησιν. οὐκ ἔστιν ἐνταῦθα δένδρα καλὰ καὶ ὡραῖα ἰδεῖν, ἀλλ' ἔστιν ἐνταῦθα χαρίσματα πνευματικά. οὐκ ἔστιν ἐνταῦθα ξύλον γνωστὸν καλοῦ καὶ πονηροῦ, οὐδὲ νόμος καὶ ἐντολαί, ἀλλὰ χάρις καὶ δωρεαί. "ἁμαρτία γὰρ ὑμῶν οὐ κυριεύσει· οὐ γάρ ἐστε ὑπὸ νόμον, ἀλλ' ὑπὸ χάριν". Ἀλλ' ἐπειδὴ μετὰ τοσαύτης ἡδονῆς ἠκούσατε τῶν εἰρημένων, μίαν ὑμᾶς αἰτήσω τῆς ἡδονῆς ἀμοιβήν, ἣν καὶ παρὰ τὴν ἀρχὴν ὑμᾶς ᾔτησα. ὅταν εἰς τὴν κολυμβήθραν καταβῆτε τῶν ὑδάτων ἐκείνων, μνήσθητέ μου τῆς εὐτελείας. τοῦτο καὶ πρώην ἡμῶν ἐδεήθην, ὅτε καὶ τοῦ Ἰωσὴφ ἀνέμνησα, ὃς πρὸς τὸν ἀρχιοινοχόον ἔλεγε· "μνήσθητί μου, ὅταν εὖ σοι γένηται". κἀγὼ πρὸς ὑμᾶς παρὰ τὴν ἀρχὴν εἶπον· "μνήσθητέ μου, ὅταν εὖ ὑμῖν γένηται". νυνὶ δὲ οὐ λέγω "μνήσθητέ μου, ὅταν εὖ ὑμῖν γένηται", ἀλλὰ μνήσθητέ μου, ἐπειδὴ εὖ ὑμῖν ἐγένετο. κἀκεῖνος μὲν ἔλεγε· "μνήσθητι, ὅτι οὐδὲν ἐποίησα κακόν". ἐγὼ δὲ λέγω· μνήσθητέ μου, ὅτι πολλὰ καὶ πονηρὰ ἐποίησα κακά. πολλὴ παρρησία πρὸς τὸν βασιλέα νῦν ὑμῖν ἅπασι· κοινοὺς ὑμᾶς πέμπομεν πρέσβεις ὑπὲρ τῆς φύσεως τῶν ἀνθρώπων· οὐ χρυσοῦν στέφανον αὐτῷ προσφέρετε, ἀλλὰ πίστεως στέφανον· μετὰ πολλῆς ὑμᾶς δέξεται εὐνοίας. δεήθητε τοίνυν ὑπὲρ τῆς κοινῆς ἁπάντων μητρός, ὥστε ἀσάλευτον εἶναι αὐτὴν καὶ ἄσειστον· καὶ ὑπὲρ τοῦ ἀρχιερέως, δι' οὗ τῶν χειρῶν καὶ τῆς φωνῆς τῶν ἀγαθῶν τούτων τυγχάνετε. ὑπὲρ τῶν συνεδρευόντων ἡμῖν ἱερέων πολλὰ αὐτῷ διαλέχθητε, ὑπὲρ τοῦ ἀνθρωπείου γένους, ὥστε μὴ ἡμῖν χρημάτων λοιπάδας ἀλλὰ ἁμαρτημάτων ἀφεῖναι. κοινὰ γενέσθω τὰ κατορθώματα· πολλὴ γὰρ παρρησία πρὸς τὸν δεσπότην ὑμῖν καὶ ἀπὸ φιλήματος ὑμᾶς δέξεται.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catechesis ultima ad baptizandos (series prima). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg381.local001/.
