# Commentarius in Job 100

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job, Pg 100. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/commentarius-in-job/100

«πῶς δὲ οὐ πάντων ἁμαρτημάτων ἀπαιτεῖς τιμωρίαν;» τοῦτό ἐστι τὸ δικάσαι. 10,6a ὅτι ἀνεζήτησας, φησίν, τὴν ἀνομίαν μου 6b καὶ τὰς ἁμαρτίας μου ἐξιχνίασας. ὁρᾷς, ὅτι οὐ διὰ τοῦτο βούλεται δικάσασθαι ὡς καθαρῶς πράττων, ἀλλ' ὅτι «οὐδὲν ὠφελεῖ με», φησίν, «αὕτη ἡ θλῖψις, ἀλλὰ δέδοικα, μὴ βλάψῃ»; 10,6a ὅτι ἀνεζήτησας, φησίν, τὴν ἀνομίαν μου 6b καὶ τὰς ἁμαρτίας μου ἐξιχνίασας. 10,7a οἶδα γάρ, ὅτι οὐκ ἠσέβησα· 7b ἀλλὰ τίς ἐστιν ὁ ἐκ τῶν χειρῶν σου ἐξαιρούμενος; «ἐγώ», φησίν, «οὐκ οἶδα, ἀλλὰ συμβαίνει ἠσεβηκέναι με καὶ ἀγνοεῖν.» ἀλλὰ τίς ἐστιν ὁ ἐκ τῶν χειρῶν σου ἐξαιρούμενος; τουτέστιν· «ὅταν σὺ κολάσῃς, οὐδεὶς δικαιωθῆναι δύναται.» μὴ γὰρ ὀφείλει τοῦτο εἰπεῖν. εἶτα λέγει, ὅτι «ἔργα χειρῶν σού ἐσμεν, εἰ καὶ ἁμαρτωλοί»· 10,8a αἱ χεῖρές σου, φησίν, ἔπλασάν με καὶ ἐποίησάν με· 8b μετὰ δὲ ταῦτα μεταβαλών με ἔπαισας. 10,9a μνήσθητι, ὅτι πηλόν με ἔπλασας, 9b εἰς δὲ γῆν με πάλιν ἀποστρέφεις. «ὥστε διὰ τὸ εὐτελὲς τῆς φύσεως, καὶ ὅτι εὐτελής εἰμι κατὰ φύσιν καὶ ὅτι τέλος τοιοῦτον δέξεταί με, οὐκ ἤρκει μοι ἡ τιμωρία ἡ κατὰ ταῦτα;» 10,10a οὐχ ὥσπερ γάλα με ἤμελξας, 10b ἔπηξας δέ με ἴσα τυρῷ; 10,11a δέρμα καὶ κρέας ἐνέδυσάς με, 11b ὀστέοις δὲ καὶ νεύροις ἐνεῖράς με, 10,12a ζωὴν δὲ καὶ ἔλεος ἔθου παρ' ἐμοί.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg505.local001/.
