# Commentarius in Job 101

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job, Pg 101. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/commentarius-in-job/101

τουτέστιν· «ὁ τοσαύτην φιλανθρωπίαν ἐπιδειξάμενος, τοσαύτην σοφίαν καὶ πρόνοιαν, περιορᾷς;» διὰ γὰρ τοῦτο κατὰ μικρὸν λέγει τὴν σύστασιν τοῦ ἀνθρώπου, ἵνα δείξῃ, ὅτι «ἐκ τοῦ μὴ ὄντος ποιήσας {τοσαύτην πρόνοιαν καὶ σοφίαν} περιορᾷς;» δείκνυσιν, ὅτι οὐδὲν ἄνθρωπος. 10,12b ἡ δὲ ἐπισκοπή σου ἐφύλαξέ μου τὸ πνεῦμα. οὐκ ἤρκει ἡ φύσις αὑτῇ, ἀλλὰ δεῖ πολλῆς τῆς περὶ ἡμᾶς προνοίας. «παρὰ πάντα», φησίν, «τὸν βίον προνοίας ἀπήλαυσα τῆς σῆς.» 10,13a ταῦτα ἔχων ἐν ἐμαυτῷ οἶδα, ὅτι πάντα δύνασαι· 13b ἀδυνατεῖ δέ σοι οὐδέν. ὁρᾷς, ὅτι τὸ γνωστὸν τοῦ θεοῦ φανερόν ἐστιν ἐν αὐτοῖς, ὅτι ἤρκει ἡ κτίσις ἡμῶν καὶ ἤδη μοι δεῖξαι, τί ἐστιν ὁ θεός, καὶ τὴν δύναμιν αὐτοῦ, οὐχ ὁ οὐρανὸς μόνος; τὸ γὰρ ἐκ τοῦ σπέρματος ποιῆσαι τοιοῦτον καὶ διακρατῆσαι καὶ μὴ ἀφεῖναι κινδύνοις περιπεσεῖν ἱκανὸν τοῦ θεοῦ δεῖξαι τὴν ἰσχύν, τὴν δύναμιν, καὶ ἁμαρτόντα τηρῆσαι καὶ μὴ κολάσαι, καὶ δίκαιον ὄντα κολάσαι καὶ τιμωρήσασθαι. 10,14a ἐάν τε γὰρ ἁμάρτω, φησίν, φυλάξεις με, 14b ἀπὸ δὲ ἀνομίας οὐκ ἀθῷόν με ἐάσεις. ἵνα γὰρ μὴ τὴν φυλακὴν νομίσῃς σωτηρίαν, «κατάδικον ὄντα», φησίν, «δύνασαι φυλάξαι.» 10,15a ἐάν τε γὰρ ἀσεβήσω, οἴμμοι, 15b ἐάν τε ὦ δίκαιος, οὐ δυνήσομαι ἀνακύψαι. 15c πλήρης γάρ εἰμι ἀτιμίας. «οὐκ ἀρκεῖ μοι πρὸς σωτηρίαν ἡ δικαιοσύνη», φησίν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg505.local001/.
