# Commentarius in Job 108

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job, Pg 108. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/commentarius-in-job/108

12,13a παρ' αὐτῷ σοφία, φησίν, καὶ δύναμις, 13b παρ' αὐτῷ βουλὴ καὶ σύνεσις. «ἡ γὰρ πᾶσα σοφία», φησίν, «παρὰ τῷ θεῷ ἐστιν, ἀθρόως καὶ χωρὶς χρόνων ἐκεῖ ἐστιν· ταῦτα μὲν γὰρ κατὰ φύσιν ἐστίν, <τὸ διακρίνειν καὶ γεύεσθαι> τῷ νῷ καὶ τῷ λάρυγγι, τὸ δὲ εὑρεῖν σοφίαν χρόνου ἐστίν. μὴ γάρ, ἐπειδὴ ταῦτα ἴσμεν, τὸ πᾶν ἴσμεν; οἴδαμεν, ὅτι πονηροὶ κολάζονται, ἀλλ' ἰδοὺ καὶ ἐγὼ δίκαιος ὢν κολάζομαι, ὥστε χρόνου δεῖ ὥστε μαθεῖν ταῦτα τοῦ πολλὰ παραδείγματα τοιαῦτα φέροντος.» ὁρᾷς, πόσον ἐστὶν ἡ τῶν γραφῶν ἐμπειρία; ὅπερ ἔχουσιν οἱ γέροντες ἀπὸ τῆς πείρας τῶν πραγμάτων, τοῦτο σὺ μετὰ πολλῆς τῆς περιουσίας, ὁ νέος, ἀπὸ τῆς διηγήσεως τῶν πραγμάτων· πολλὰ ἔπαθον ἐκεῖνοι, πολλὰ εἶδον· καὶ σὺ πολλὰ ὄψει, ἐὰν θέλῃς τὰς γραφὰς ἐπιέναι μετὰ ἐπιστασίας πολλῆς. διὸ καί τις ἔλεγεν· πᾶσαν διήγησιν θείαν θέλε ἀκροᾶσθαι. καὶ πάλιν· διήγημα πρεσβυτέρων μὴ παρίδῃς· καὶ γὰρ αὐτοὶ ἔμαθον παρὰ τῶν πατέρων αὐτῶν. οὐ χρεία σοι χρόνου· ἂν γὰρ αὐτὸς θέλῃ δοῦναι, οὐδὲ χρόνου χρεία. εἶτα περὶ τῆς δυνάμεως αὐτοῦ διαλέγεται τῆς κολαστικῆς καὶ τιμωρητικῆς· 12,14a ἐὰν καταστρέψῃ, φησίν, τίς οἰκοδομήσει; 14b ἐὰν δὲ καὶ ἀποκλείσῃ κατὰ ἀνθρώπου, τίς ἀνοίξει; 12,15a ἐὰν κωλύσῃ τὸ ὕδωρ, ξηρανεῖ τὴν γῆν, 15b ἐὰν δὲ καὶ ἐπαφῇ, ἀπώλεσε καταστρέψας αὐτήν. 12,16a παρ' αὐτῷ κράτος καὶ ἰσχύς, 16b παρ' αὐτῷ ἐπιστήμη καὶ σύνεσις. εἶτα καὶ περὶ τῆς σοφίας· 12,17a διάγων, φησίν, βουλευτὰς γῆς αἰχμαλώτους, 17b κριτὰς δὲ γῆς ἐξέστησεν. 12,18a καθιστάνων βασιλεῖς ἐπὶ θρόνων 18b καὶ περιζωννύων αὐτοὺς ζώνην ὀσφύος αὐτῶν, 12,19a ὁ ἐξαποστέλλων ἱερεῖς αἰχμαλώτους, 19b δυ-

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg505.local001/.
