# Commentarius in Job 11

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job, Pg 11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/commentarius-in-job/11

1,6a καὶ ἐγένετο, φησίν, ὡς ἡ ἡμέρα αὕτη, 6b καὶ ἦλθον οἱ ἄγγελοι τοῦ θεοῦ παραστῆναι ἐνώπιον αὐτοῦ, 6c καὶ ὁ διάβολος ἦλθε μετ' αὐτῶν 6d περιελθὼν τὴν γῆν καὶ ἐμπεριπατήσας τὴν ὑπ' οὐρανόν. <1,7a καὶ εἶπεν ὁ κύριος πρὸς τὸν διάβολον· πόθεν παραγέγονας; 7b καὶ ἀποκριθεὶς ὁ διάβολος τῷ κυρίῳ εἶπεν· 7c περιελθὼν τὴν γῆν καὶ ἐμπεριπατήσας τὴν ὑπ' οὐρανὸν πάρειμι.> ἀνοίγεται λοιπὸν τὸ θέατρον, ἐπὶ τὸ στάδιον ὁ ἀθλητὴς ἕλκεται. ἵνα γὰρ μηδείς, ἅπερ ὁ διάβολος εἶπεν, ταῦτα λέγῃ· μὴ δωρεὰν σέβεταί σε Ἰώβ, οὐχὶ τὸν διάβολον μόνον, ἀλλὰ καὶ δι' ἐκείνου τοὺς ἐκείνου ζηλωτὰς ἐπιστομίζει. «ναί, δίκαιος ἦν, ἀληθινός, θεοσεβής· ἀλλ' οὐδὲν μέγα», φησίν, «οὐδένα πειρασμὸν ὑπέστη οὐδὲ χειμῶνα οὐδὲ ναυάγιον. τοῦτόν μοι δεῖξον ἐν πενίᾳ, τοῦτόν μοι δεῖξον ἐν συμφοραῖς. εἰ δὲ εὐθηνούμενος καὶ πλουτῶν εὐσεβὴς ἦν, τί μέγα;» καὶ μὴν τοῦτο μέγα, ἄνθρωπε, καὶ οὐχ ἧττον δόκιμος ὁ μετὰ πλούτου εὐσεβῶν τοῦ μετὰ πενίας τοῦτο ποιοῦντος. ἄκουε τοῦ προφήτου λέγοντος· ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις εἰρήνην ἁμαρτωλῶν θεωρῶν, καὶ πάλιν· ἐν κόπῳ ἀνθρώπων οὐκ εἰσὶ καὶ μετὰ ἀνθρώπων οὐ μαστιγωθήσονται· διὰ τοῦτο ἐκράτησεν αὐτοὺς ἡ ὑπερηφανία εἰς τέλος. ὁρᾷς, ὅτι καὶ τοῦτο πειρασμὸς οὐ μικρὸς ἦν τὸ πλουτεῖν καὶ ἐν εὐθηνίᾳ εἶναι καὶ μὴ μαστίζεσθαι; ὥστε, εἰ εὐγνωμονεῖς, ἤδη ἐν σταδίῳ ἐστὶν ὁ δίκαιος καὶ διὰ παντὸς ἐν ἀγῶνι, οὐχὶ πενόμενος, ἀλλὰ καὶ πλουτῶν. τὸ γὰρ πλουτεῖν οὐχὶ πρὸς εὐσέβειαν, ἀλλὰ πρὸς τοὐναντίον ἐπαίρει. πλὴν ἀλλὰ καὶ ἐξ ἑτέρου μέρους μάθε αὐτόν, ὅστις ἐστίν. καὶ ὁ διάβολος, φησίν, ἦλθε μετ' αὐτῶν. τί λέγεις; μετὰ τῶν ἀγγέλων ὁ προσκεκρουκώς, ὁ ἠτιμωμένος; μὴ θορυβηθῇς, ἀγαπητέ, τοῦτο διατύπωσίς ἐστι καὶ διαγραφή. ὥσπερ γὰρ ἀλλαχοῦ φησιν ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν, ὅτι ἐξῆλθε πνεῦμα πονηρόν, καὶ

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg505.local001/.
