# Commentarius in Job 110

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job, Pg 110. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/commentarius-in-job/110

13,6a ἀκούσατε δὴ ἔλεγχον στόματός μου, 6b κρίσει δὲ χειλέων μου προσέχετε. 13,7a πότερον οὐκ ἔναντι κυρίου λαλεῖτε, 7b ἔναντι δὲ αὐτοῦ φθέγγεσθε δόλον, καλῶς γε λαλοῦντες; ὃ λέγει, τοιοῦτόν ἐστιν· «οὐ νομίζετε τὸν θεὸν ἀκούειν», φησίν, «ἃ λέγετε, ὅτι μετὰ δόλου διαλέγεσθε, οὐχὶ προαιρέσει ἀγαθῇ, ἀλλὰ πλῆξαι βουλόμενοι μόνον καὶ τὴν δόξαν τρῶσαι τὴν ἐμήν. εἰ γὰρ καὶ τὰ ῥήματα ὀρθά, ἀλλ' οὐ μετὰ διανοίας ὀρθῆς, οὐχ ὥστε διορθῶσαι, οὐχ ὥστε νουθετῆσαι, οὐχ ὥστε βελτίω ποιῆσαι— οὐ γὰρ ἀγνοοῦντα διδάσκετε—, ἀλλ' ὥστε καταβάλλειν.» 13,8a ἢ ὑποστέλλεσθε, φησίν, 8b αὐτοὶ ὑμεῖς κριταὶ γίνεσθαι, 13,9a καλῶς γε λαλοῦντες. ἐὰν γὰρ ἐξιχνιάσῃ ὑμᾶς, 9b εἰ καὶ τὰ πάντα ποιοῦντες προστεθήσεσθε ὁδῷ αὐτοῦ, 13,10a οὐθὲν ἧττον ἐλέγξει ὑμᾶς. ἐὰν ἐξιχνιάσῃ ὑμᾶς, φησίν. «{νῦν} ὑμεῖς οἱ λαλοῦντες νῦν, εἰ ἐφ' ὑμῶν τὸ πρᾶγμα ἐκρίνετο, οὐκ ἂν ταῦτα ἐφθέγξασθε.» τουτέστιν· «εἰ ὑμεῖς ἦτε ἐγὼ καὶ ἐξήταζεν ὑμῶν τὰ πράγματα ἀκριβῶς, οὐκ ἂν ἐγένεσθε κριταὶ καθάπερ νῦν.» ἢ πάλιν ἄλλως· «ἰδοὺ λέγω καὶ ταῦτα· οὐ δύνασθε γενέσθαι κριταὶ τοῖς ἐμοῖς ῥήμασιν ὑμεῖς οἱ ταῦτα λαλοῦντες. κἂν γάρ», φησίν, «πλείονα τούτων εἴπητε καὶ πάντα ποιήσητε ὥστε ὑπὲρ τοῦ μέρους αὐτοῦ εἰπεῖν, οὐδὲν ἧττον ἐλέγξει ὑμᾶς καὶ ἀπαιτήσει λόγον καὶ εὐθύνας.» 13,10b εἰ δὲ καὶ κρυφῇ πρόσωπα θαυμάζετε, 13,11a πότερον οὐχὶ δεινὰ αὐτοῦ στροβήσει ὑμᾶς; 11b φόβος δὲ κυρίου ἐπιπεσεῖται ὑμῖν, 13,12a καὶ ἀποβήσεται ὑμῶν τὸ γαυρίαμα ἴσα σποδῷ, 12b τὸ δὲ σῶμα πήλινον. 13,13 κωφεύσατε, φησίν, ἵνα λαλήσω,—τουτέστιν· «σιωπήσατε»—καὶ ἀναπαύσομαι, φησίν, θυμοῦ μου. ὁρᾷς, ὅτι οὐχὶ δικαιοῦντος ἁπλῶς ἑαυτὸν ἦν τὰ ῥήματα, ἀλλὰ παραμυθία τις τῆς ὀδύνης;

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg505.local001/.
