# Commentarius in Job 112

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job, Pg 112. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/commentarius-in-job/112

σώπου σου κρυβήσομαι· 13,21a τὴν χεῖρά σου ἀπόσχου ἀπ' ἐμοῦ, 21b καὶ ὁ φόβος σου μή με καταπλησσέτω. 13,22a εἶτα καλέσεις, ἐγὼ δέ σοι ὑπακούσομαι, 22b λαλήσεις, ἐγὼ δέ σοι δώσω ἀπόκρισιν. πάλιν τὸ αὐτό φησιν· «μή με φοβήσῃς, μή μοι τὸ ἀξίωμα τοῦ θεοῦ παραγάγῃς, καὶ κρίνομαι. ἥμαρτον κἀγώ, λέγω, ἀλλὰ πολλῷ μείζονα ἀπολαμβάνω», φησίν. 13,23a πόσαι εἰσὶν αἱ ἁμαρτίαι μου, καὶ αἱ ἀνομίαι μου 23b τίνες εἰσίν, δίδαξόν με. «τί τοῦτο, <ὅ> μοι εἴργασται;» φησίν. 13,24a διὰ τί με ἀποκρύπτῃ, 24b ἥγησαι δέ με ὥσπερ ὑπεναντίον σου; 13,25a ἢ ὡς φύλλον κινούμενον ὑπὸ ἀνέμου εὐλαβηθήσῃ 25b ἢ ὡς χόρτον φερόμενον ὑπὸ πνεύματος; «τίνος ἕνεκεν», φησίν, «οὐ ποιεῖς δῆλα τὰ πράγματα; τίνος ἕνεκεν οὐ λέγεις· "διὰ τόδε σε κολάζω";» οὐ μικρὸν εἰς παραμυθίαν τοῖς τιμωρουμένοις τὸ μαθεῖν τὴν αἰτίαν τῆς κολάσεως. διὰ τοῦτο οὗτος μέν φησιν· «δίδαξόν με τὰς ἁμαρτίας μου.» ὁ δὲ θεὸς οὐχ ἕξει διδάξαι, ἀλλὰ τί φησιν; ἄλλως με οἴει σοι κεχρηματικέναι ἢ ἵνα ἀναφανῇς δίκαιος; ἥγησαι δέ με, φησίν, ὡς φύλλον κινούμενον ὑπὸ ἀνέμου. τουτέστιν· «οὐδένα μου ποιῇ λόγον, καταφρονεῖς μου, διαπτύεις. ἐν τῷ παρόντι αὐτὰς δίδασκε.» 13,25b ἢ ὡς χόρτον φερόμενον ὑπὸ πνεύματος εὐλαβηθήσῃ; ἀντίκεισαι δέ μοι, 13,26a ὅτι κατέγραψας κατ' ἐμοῦ κακὰ 26b καὶ περιέθηκάς μοι νεότητος ἁμαρτίας. ὁρᾷς, πῶς οἶδεν ἑαυτὸν ἁμαρτωλὸν καὶ ἀπὸ τῆς ἡλικίας βούλεται τυχεῖν συγγνώμης ἢ καὶ ἀπὸ τῆς ἡλικίας δεῖξαι ἑαυτὸν ἁμαρτωλόν;

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg505.local001/.
