# Commentarius in Job 116

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job, Pg 116. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/commentarius-in-job/116

αὐτῷ τὸ πρόσωπόν σου καὶ ἐξαπεστάλη. 14,21a πολλῶν δὲ γενομένων τῶν υἱῶν αὐτοῦ οὐκ οἶδεν, 21b ἐάν τε ὀλίγοι γένωνται, οὐκ ἐπίσταται. 14,22a ἀλλ' ἢ αἱ σάρκες αὐτοῦ ἤλγησαν, 22b ἡ δὲ ψυχὴ αὐτοῦ ἐπ' αὐτῷ ἐπένθησεν. «κολάζεται», φησίν, «ἄνθρωπος, ὅτι καὶ πολλοὺς ἔχων υἱοὺς οὐκ οἶδεν. μετὰ γὰρ τὸ ἀποθανεῖν αὐτὸν πολλάκις καὶ τῆς εὐπραγίας, ἧς ζῶν ἀπήλαυσεν ἄν, ἀποστερεῖται. τί γὰρ ὄφελος παῖδας καταλιπεῖν, ὅταν αὐτὸς ἀπέλθῃ;» ὁρᾷς; πανταχοῦ τὸ ὀλιγοχρόνιον αἰτιᾶται καὶ τὸ μηκέτι ἔχειν ἀναστρέψαι μηδὲ ἐπανελθεῖν ἐνταῦθα. «θῶμεν», γάρ φησιν, «ὅτι καταλιμπάνει υἱούς, ἀλλ' οὐκ αἰσθάνεται τῶν ἀγαθῶν. ἄν τε ὀλίγοι γένωνται ἄν τε πολλοὶ οἱ παῖδες, οὐκ οἶδεν. τί τοίνυν ἀθλιώτερον; ὅταν εὖ πράττων ἀγνοῇ; ὅταν μόνος ἀπέρχηται εἰδὼς τὰ οἰκεῖα κακά; εἰ δέ τι μέλλοι χρηστὸν αὐτῷ συμβαίνειν μετὰ τὴν τελευτήν, τοῦτο δὴ οὔτε οἶδεν οὔτε εἴσεται, ἀλλ' ὅτι μόνον αἱ σάρκες αὐτοῦ ἤλγησαν καὶ ἡ ψυχὴ αὐτοῦ ἐπ' αὐτῷ ἐπένθησεν.» 15,1 ΥΠΟΛΑΒΩΝ ΔΕ ΕΛΙΦΑΖ Ο ΘΑΙΜΑΝΙΤΗΣ ΛΕΓΕΙ· 15,2a τίνα ἄρα σοφὸς ἀπόκρισιν δώσει συνέσεως πνεύματος; 2b ἐμπλήσει δὲ πόνον γαστρὸς 15,3a ἐλέγχων με ἐν ῥήμασι κενοῖς, 3b ἐν λόγοις οἷς οὐδὲν ὄφελος. τὸ πάντων δεινότατον τοῦτό ἐστιν, ὅτι ἐν προσχήματι λόγων εὐσεβῶν καὶ τάξει παραμυθίας ὥπλισεν αὐτοὺς ὁ διάβολος τιτρώσκειν αὐτόν. καὶ ὅρα, πῶς καταφορικῶς κέχρηνται τῷ λόγῳ εἰς ἄνοιαν αὐτὸν σκώπτοντες. ἐπειδὴ γὰρ εἶπεν, ὅτι καὶ ἐμοὶ καρδία ἐστι καὶ οὐ μεθ' ὑμῶν τελευτήσει σοφία καὶ ἐγὼ ἐπίσταμαι καί γε

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg505.local001/.
