# Commentarius in Job 12

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job, Pg 12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/commentarius-in-job/12

ἔλεγεν· «τίς ἀπατήσει μοι τὸν Ἀχαάβ;» καὶ λέγει· «ἐγώ», καὶ λέγει· «πῶς;» καὶ πολὺ τὸ ἀνθρώπινόν ἐστιν, ὥστε πρόσωπον δοῦναι τῷ λόγῳ καὶ τὸν ἀφελέστερον προσαγάγεσθαι τῷ διηγήματι μᾶλλον. οὐ γάρ ἐστιν ἴσον εἰς τὸ πεῖσαι τὸ ἁπλῶς ἀποφαίνεσθαι καὶ τὸ τυπῶσαι λόγον καὶ διαγράψασθαι· οὕτω καὶ ἐνταῦθα. εἰ εἶπεν, ὅτι ἐπεβούλευσεν ὁ διάβολος τῷ Ἰὼβ τοῦ θεοῦ συγχωροῦντος, ἆρα τοσαύτην εἶχεν ἡδονὴν τὸ διήγημα; οὐδαμῶς, ἀλλ' ἡ βραχυλογία ἐνέκοψεν ἄν. νῦν δὲ τῷ τῷ ῥήματι προσθεῖναι καὶ διάλεξιν καὶ ταῦτα εἰπεῖν, ἅπερ εἶπεν ἂν ὁ διάβολος, εἰ συνεχωρήθη, πᾶσαν ἐκκόπτει τῶν ἀναισχυντούντων τὴν πρόφασιν· ἃ γὰρ λέγει τὸν διάβολον εἰρηκέναι, πρὸς τὸν θεὸν μὲν οὐκ εἶπεν, ἐνεθυμήθη δέ. οὐ γὰρ αὐτῷ μέτεστι λόγου καὶ παρρησίας τοσαύτης—ἦ γὰρ οἱ δαίμονες τὸν υἱὸν τοῦ θεοῦ ἰδόντες ἐβόων λέγοντες· τί ἡμῖν καὶ σοί; —· οὐδὲ γὰρ τῆς στάσεως μέτεστιν αὐτῷ τῆς μετὰ τῶν ἀγγέλων. ἦλθον, φησίν, οἱ ἄγγελοι, καὶ ὁ διάβολος ἦλθε μετ' αὐτῶν περιελθὼν τὴν γῆν καὶ ἐμπεριπατήσας τὴν ὑπ' οὐρανόν. τί μανθάνομεν ἀπὸ τούτου; ὅτι καὶ δαιμόνων καὶ ἀγγέλων ἡ οἰκουμένη πεπλήρωται, καὶ ὅτι ἑκάτεροι ὑπὸ τὴν ἐξουσίαν εἰσὶ τοῦ θεοῦ, καὶ ὅτι ἄγγελοι μὲν παραγίνονται πρὸς τὸν θεὸν ἐπιτάγματα δεχόμενοι, ὁ διάβολος δὲ οὐδὲν δύναται ποιῆσαι τῶν καθ' ἡδονὴν αὐτῷ μὴ τὴν συγχώρησιν ἄνωθεν λαβών. εἰ γὰρ καὶ ἀφηνίασε καὶ ἔξω τοῦ θεραπεύειν ἐστὶ τὸν θεόν, ἀλλ' ὅμως ὁ φόβος ἔγκειται καθάπερ χαλινὸς καὶ οὐ συγχωρεῖ τῇ ἐξουσίᾳ χρήσασθαι τῇ ἑαυτοῦ.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg505.local001/.
