# Commentarius in Job 123

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job, Pg 123. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/commentarius-in-job/123

16,19a καὶ νῦν ἰδοὺ ἐν οὐρανοῖς ὁ μάρτυς μου, 19b ὁ δὲ συνίστωρ μου ἐν ὑψίστοις. 16,20a ἀφίκοιτο ἡ δέησίς μου πρὸς κύριον, 20b ἐναντίον δὲ αὐτοῦ στάξαι μου ὁ ὀφθαλμός. μονονουχὶ λέγων· «ἀκούσαι ταῦτα ὁ θεός», φησίν, «ἴδοι ταῦτα ὁ θεός.» 16,21a εἴη δὲ ὁ ἔλεγχός μου ἔναντι κυρίου, 21b καὶ υἱὸς ἀνθρώπου τῷ πλησίον αὐτοῦ. τουτέστιν· «δικάζομαι πρὸς αὐτόν.» πάλιν τὰ αὐτά· 16,22a ἔτη δὲ ἀριθμητὰ ἥκασί μοι, 22b ὁδῷ δέ, ᾗ οὐκ ἀναστραφήσομαι, πορεύσομαι. 17,1a ὀλέκομαι πνεύματι φερόμενος. 1b δέομαι δὲ ταφῆς καὶ οὐ τυγχάνω· 17,2 λίσσομαι κάμνων, καὶ τί ποιήσω; 17,3a ἔκλεψαν δέ μου ἀλλότριοι τὰ ὑπάρχοντα. 3b τίς ἐστιν οὗτος; τῇ χειρί μου συνδεθήτω, 17,4a ὅτι καρδίαν αὐτῶν ἔκρυψαν ἀπὸ φρονήσεως. 4b διὰ τοῦτο οὐ μὴ ὑψώσῃ αὐτούς, 17,5a τῇ μερίδι ἀναγγελεῖ κακίας. 5b ὀφθαλμοὶ δέ μοι ἐπὶ υἱοὺς ἐτάκησαν. 17,6a ἔθου με θρύλημα ἐν ἔθνεσιν, 6b καὶ ἀπέβην αὐτοῖς γέλως. 17,7a πεπήρωνται ἀπὸ ὀργῆς οἱ ὀφθαλμοί μου, 7b καὶ πεπολιόρκημαι ὑπὸ πάντων μεγάλως. 17,8a θαῦμα ἔσχεν ἀληθινοὺς ἐπ' ἐμοί· 8b δικαίῳ γὰρ παράνομος ἐπανέστη. «οὐδὲ γὰρ τὸ κοινὸν τοῦτο τῶν δυσπραγούντων ἔχω εἰπεῖν, ὅτι ἐλεοῦμαι, ἀλλὰ τοὐναντίον γελῶμαι παρὰ τῶν ἀνοήτων, ἐκπλήττονται οἱ δίκαιοι ἐπ' ἐμοί.» 17,9a σχοίη δέ, φησίν, πιστὸς τὴν ἑαυτοῦ ὁδὸν 9b καὶ ὁ καθαρὸς χερσὶν ἀναλάβοι θάρσος. «πῶς», φησίν, «δύναται λοιπὸν πιστὸς ἔχεσθαι τῆς ἑαυτοῦ ὁδοῦ; πῶς δὲ καθαρὸς ἕξει θάρσος τούτων οὕτως ἐκβεβηκότων παρ' ἐλπίδα; ἔστω τὰ ἐμὰ ἐν οὐδενί· πῶς ἄλλοι στήσονται ἐν τῇ ὁδῷ τῆς ἀρετῆς; πλὴν ἀλλὰ πάλιν ὑμᾶς καλῶ εἰς κριτήριον.»

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg505.local001/.
