# Commentarius in Job 124

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job, Pg 124. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/commentarius-in-job/124

17,10a οὐ μὴν δὲ ἀλλὰ πάντως ἐρείδετε καὶ δεῦτε δή· 10b οὐ γὰρ εὑρίσκω ἐν ὑμῖν ἀληθές. 17,11a αἱ ἡμέραι μου παρῆλθον ἐν βρώμῳ, 11b ἐρράγη δὲ τὰ ἄρθρα τῆς καρδίας μου. 17,12a νύκτα εἰς ἡμέραν ἔθηκα, 12b φῶς ἐγγὺς ἀπὸ προσώπου σκότους. 17,13a ἐὰν γὰρ ὑπομείνω, ᾅδης μου ὁ οἶκος, 13b ἐν δὲ γνόφῳ ἔστρωταί μου ἡ στρωμνή. 17,14a θάνατον προσεκαλεσάμην πατέρα μου εἶναι, 14b μητέρα δέ μου καὶ ἀδελφὴν σαπρίαν. 17,15a ποῦ οὖν ἐστί μου ἡ ἐλπίς; 15b ἢ τὰ ἀγαθά μου ὄψομαι ἔτι; 17,16a ἢ μεθ' ὑμῶν εἰς ᾅδην καταβήσεται; 16b ἢ ὁμοθυμαδὸν ἐπὶ χώματος καταβήσομαι; «λέγετέ μοι», φησίν, «"ὑπόμεινον". ποῦ; εἰς τὸν ᾅδην; ἐκεῖνος γάρ με διαδέχεται λοιπόν. θάνατον γάρ», φησίν, «προσεκαλεσάμην πατέρα μου εἶναι», τουτέστιν· «ποθεινός μοι ὁ θάνατος, πάντως ἐκεῖ με δεῖ ἀπελθεῖν.» 18,1 ΥΠΟΛΑΒΩΝ ΔΕ ΒΑΛΔΑΔ Ο ΣΑΥΧΙΤΗΣ ΛΕΓΕΙ· 18,2a μέχρι τίνος οὐ παύσῃ; 2b ἐπίσχες, ἵνα καὶ αὐτοὶ λαλήσωμεν. 18,3 διὰ τί δὲ ὥσπερ τετράποδα σεσιωπήκαμεν ἐναντίον σου, 18,4a κέχρησαι δὲ ὀργῇ; ὅρα αὐτοὺς κρινομένους αὐτῷ, ὅρα βουλομένους ἐπιστομίζειν αὐτόν. τοῦτο οὐχὶ παραμυθουμένων ἐστίν, ἀλλὰ τοὐναντίον παροξυνόντων καὶ σκωπτόντων αὐτόν. ἐπίσχες, φησίν, ἵνα καὶ αὐτοὶ λαλήσωμεν. «διὰ τί γὰρ παρεγενόμεθα; οὐχ ἵνα καὶ αὐτοὶ λαλήσωμεν;» διὰ τί δέ, φησίν, ὥσπερ τετράποδα σεσιωπήκαμεν ἐναντίον σου; ὁρᾷς τὴν φιλοτιμίαν; αἰσχύνην ἡγοῦνται καὶ ἀλογίαν ἐσχάτην τὸ σιγᾶν. οὐκ ἔστι τοῦτο παραμυθουμένων. «πλειόνων πλέον ἀποίσῃ», φησίν, «αὐτὸς νικήσας ἡμᾶς καὶ περιγεγονώς.» ὅρα πάντας αὐτῷ μακρηγορίαν ἐγκαλοῦντας, ὅρα μεμφομένους καὶ αἰτιωμένους.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg505.local001/.
