# Commentarius in Job 129

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job, Pg 129. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/commentarius-in-job/129

ἦλθον ἐπ' ἐμέ, ταῖς ὁδοῖς μου 12b ἐκύκλωσάν με ἐγκάθετοι. οἱ ἐπιβουλεύσαντες καὶ λαβόντες τὰ θρέμματα. πολλὴ ἡ πεῖρα τοῦ διαβόλου. οἱ περιλειφθέντες αὐτῷ τῶν οἰκείων χαλεπωτέραν εἰργάζοντο τὴν συμφορὰν τῶν ἀπελθόντων. ἐκεῖνοι μὲν γὰρ οὐδὲν ἐποίουν λοιπόν, οὗτοι δὲ καὶ ὠνείδιζον καὶ παρήκουον καὶ κατ' αὐτοῦ ἐλάλουν. 19,13a ἀπ' ἐμοῦ δέ, φησίν, ἀπέστησαν ἀδελφοί, 13b ἔγνωσαν ἀλλοτρίους ἢ ἐμέ. 13c οἱ φίλοι δέ μου ἀνελεήμονες γεγόνασιν, 19,14a καὶ οὐ προσεποιήσαντό με οἱ ἐγγύτατοί μου. 14b οἱ εἰδότες μου τὸ ὄνομα ἐπελάθοντό μου. 19,15a γείτονες, οἰκεῖοι, θεράποντες, θεράπαιναι εἰς ἀλλότριον ἐλογίσαντό με, 15b ἀλλογενὴς ἐγενόμην ἐναντίον αὐτῶν. 19,16a θεράποντας δέ μου ἐκάλεσα, καὶ οὐχ ὑπήκουσάν μου· 16b στόμα δέ μου ἐδεῖτο αὐτῶν. 19,17a καὶ ἱκέτευον τὴν γυναῖκά μου, 17b καὶ προσεκαλούμην κολακεύων υἱοὺς παλλακίδων μου, 19,18a οἱ δὲ εἰς τὸν αἰῶνά με ἀπείποντο. 18b ὅταν ἀναστῶ, κατ' ἐμοῦ λαλοῦσιν· 19,19a ἐβδελύξαντο δέ με οἱ ἰδόντες με, 19b καὶ οὓς ἠγάπων, ἐπανέστησάν μοι. 19,20a ἐν δέρματί μου ἐσάπησαν αἱ σάρκες μου, 20b τὰ δὲ ὀστᾶ μου ἐν ὀδύναις ἔχεται. 19,21a ἐγγίσατέ μοι, ἐλεήσατε, ὦ φίλοι, ἐλεήσατέ με· 21b χεὶρ γὰρ κυρίου ἐστὶν ἡ ἁψαμένη μου. 19,22a διὰ τί δέ με διώκετε ὥσπερ καὶ ὁ κύριος, 22b ἀπὸ δὲ σαρκῶν μου οὐκ ἐμπίπλασθε; 19,23a τίς δὲ ἂν δῴη γραφῆναι τὰ ῥήματά μου; ἤτοι τὰ τῆς συμφορᾶς ἤτοι τὰ τοῦ βίου, τὰ ἐν ταῖς ἀρεταῖς, ἃ ἐμαρτύρει αὐτῷ, ὅτι οὐκ ἦν πονηρός. γίνεται δὲ τοῦτο ἐκ τοῦ σφόδρα συνειδέναι ἑαυτῷ. «οὕτω γὰρ θαρρῶ», φησίν, «οὐδένα ἠδικηκώς, ὥστε ἐβουλόμην καὶ μετὰ ταῦτα γραφῆναι τὰ τῆς συμφορᾶς, ἐπειδὴ φέρει τινὰ καὶ τοῦτο παραμυθίαν.»

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg505.local001/.
