# Commentarius in Job 134

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job, Pg 134. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/commentarius-in-job/134

κενὰ καὶ μάταια ἐκοπίασεν. σχοίη δὲ πλοῦτον, ἐξ οὗ οὐ γεύσεται 18b ὥσπερ στρίφνον ἀμάσητον ἀκατάποτον. 20,19a πολλῶν γὰρ ἀδυνάτων οἴκους ἔθλασεν, 19b δίαιταν δὲ αὐτῶν ἥρπασεν, καὶ οὐκ ἔστησεν. 20,20a διὰ τοῦτο οὐκ ἔσται αὐτῷ σωτηρία ἐν τοῖς ὑπάρχουσιν αὐτοῦ 20,21b οὐδὲ ἀνθήσει αὐτοῦ τὰ ἀγαθά. 20,20b ἐν ἐπιθυμίᾳ αὐτοῦ οὐ σωθήσεται, 20,21a οὐκ ἔστιν ὑπόλειμμα τοῖς βρώμασιν αὐτοῦ. 20,22a ὅταν δοκῇ ἤδη πεπληρῶσθαι, θλιβήσεται, 22b πᾶσα δὲ ἀνάγκη ἐπ' αὐτὸν ἐπελεύσεται 20,23a καὶ πληρώσει γαστέρα αὐτοῦ. 23b ἐπαποστείλαι ἐπ' αὐτὸν θυμὸν ὀργῆς, 23c ῥίψαι δὲ ἐπ' αὐτὸν ὀδύνας· 20,24a καὶ οὐ μὴ σωθῇ ἐκ χειρὸς σιδήρου, 24b τρώσαι δὲ αὐτὸν τόξον χαλκοῦν 20,25a καὶ διεξέλθοι διὰ σώματος αὐτοῦ βέλος. 25b ἄστρα δὲ ἐν διαίταις αὐτοῦ μὴ περιπατήσαισαν· 25c ἐπ' αὐτῷ φόβοι, 20,26a καὶ πᾶν σκότος αὐτοῦ ὑπομείναι. 26b κατέδεται δὲ αὐτὸν πῦρ ἄσβεστον, 26c κακώσαι δὲ αὐτοῦ ἐπήλυτος τὸν οἶκον. 20,27a ἀνακαλύψαι αὐτοῦ ὁ οὐρανὸς τὰς ἀμαρτίας, 27b γῆ δὲ ἐπανασταίη αὐτῷ. 20,28a ἑλκύσει αὐτοῦ τὸν οἶκον ἀπώλεια εἰς τέλος 28b καὶ ἡμέρα ὀργῆς ἐπέλθοι αὐτῷ. ταῦτα καὶ τοῦτον αἰνίττεται. 20,29a αὕτη ἡ μερίς, φησίν, ἀσεβοῦς παρὰ κυρίου 29b καὶ κτῆμα ὑπαρχόντων αὐτοῦ παρὰ τοῦ ἐπισκόπου. ὅρα ἑκατέρους εἰς διάφορα ἀπαντῶντας, καὶ οὗτος καὶ ἐκεῖνος τὰ αὐτὰ λέγουσιν, ὅτι οἱ ἀσεβεῖς ἀπολοῦνται. 21,1 ΥΠΟΛΑΒΩΝ ΔΕ ΙΩΒ ΛΕΓΕΙ· 21,2a ἀκούσατέ μου τῶν λόγων, 2b ἵνα μὴ εἴη μοι αὕτη παρ' ὑμῶν παράκλησις. τουτέστιν· «ἵνα μάθητε, ὅτι οὐδὲν καρποῦμαι παρ' ὑμῶν, ὅτι οὐχ οὕτως ἔχει ταῦτα.»

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg505.local001/.
