# Commentarius in Job 136

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job, Pg 136. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/commentarius-in-job/136

λαμβάνοντα ψαλτήριον καὶ κιθάραν, 12b καὶ εὐφραίνονται φωνῇ ψαλμοῦ. 21,13a συνετέλεσαν, φησίν, ἐν ἀγαθοῖς τὸν βίον αὐτῶν, 13b ἐν δὲ ἀναπαύσει ᾅδου ἐκοιμήθησαν. ὁρᾷς, πῶς οὐ λέγει, ὅτι οὐκ εἰς τέλος; καὶ τὸ δεινόν, ὅτι· 21,14a λέγει ὁ ἀσεβὴς τῷ κυρίῳ· ἀπόστα ἀπ' ἐμοῦ, 14b τὰς ὁδούς σου εἰδέναι οὐ βούλομαι. 21,15a τί ἱκανόν, ὅτι δουλεύσομεν αὐτῷ; 15b καὶ τίς ὠφέλεια, ὅτι ἀπαντήσομεν αὐτῷ; 21,16a ἐν χερσὶν αὐτῶν ἦν τὰ ἀγαθά, 16b ἔργα δὲ ἀσεβῶν οὐκ ἐφορᾷ. «οὐ τοῦτο μόνον θαυμάσαι χρή», φησίν, «ὅτι ἀντὶ πονηρίας τοιαύτας λαμβάνουσι τὰς ἀμοιβάς, ἀλλ' ὅτι καὶ αὐτὴ ἡ εὐπραγία χείρους αὐτοὺς ποιεῖ.» λέγει γάρ, φησίν, τῷ κυρίῳ· ἀπόστα ἀπ' ἐμοῦ. διὰ τί; ὅτι ἐν χερσὶν αὐτῶν ἦν τὰ ἀγαθά. 21,17a οὐ μὴν δὲ ἀλλὰ ἀσεβῶν λύχνος σβεσθήσεται. καὶ τοῦτο γίνεται πάλιν. 21,17b ἐπελεύσεται δὲ αὐτοῖς ἡ καταστροφή, 17c καὶ ὠδῖνες αὐτοὺς ἕξουσιν ἀπὸ ὀργῆς. 21,18a ἔσονται δὲ ὥσπερ ἄχυρα πρὸ ἀνέμου 18b ἢ ὥσπερ κονιορτός, ὃν ὑφείλετο λαῖλαψ. «ὥσπερ», φησίν, «εὐπραγίας ἀπολαύουσιν, οὕτω καὶ τῶν ἐναντίων.» 21,19a μὴ ἐκλείποι, φησίν, υἱοὺς τὰ ὑπάρχοντα αὐτοῦ, 19b ἀνταποδώσει πρὸς αὐτὸν καὶ γνώσεται. 21,20a ἴδοιεν δὲ οἱ ὀφθαλμοὶ αὐτοῦ τὴν ἑαυτοῦ σφαγήν, 20b καὶ ὑπὸ κυρίου μὴ διασωθείη, 21,21a ὅτι τὸ θέλημα αὐτοῦ ἐν οἴκῳ μετ' αὐτόν, 21b καὶ ἀριθμοὶ μηνῶν αὐτοῦ διῃρέθησαν. 21,22a πότερον, φησίν, οὐχὶ ὁ κύριός ἐστιν ὁ διδάσκων σύνεσιν καὶ ἐπιστήμην;

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg505.local001/.
