# Commentarius in Job 14

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job, Pg 14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/commentarius-in-job/14

ρίαν. καὶ πάλιν ὁ προφήτης· ἀποστολὴν δι' ἀγγέλων πονηρῶν. διὰ τοῦτο καὶ εὐχόμενοι λέγομεν· «τὸν ἄγγελον τῆς εἰρήνης αἰτήσατε», ὡς ὄντος καὶ ἀγγέλου μάχης καὶ πολέμων—τοῦ διαβόλου λέγω. καὶ γὰρ καὶ ἐκεῖνοι ἄγγελοι λέγονται, καθώς φησιν ὁ σωτήρ· ἀπέλθετε, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. τὸ γὰρ ἄγγελος ὄνομα μέσον ἐστίν. ἐὰν δὲ μὴ προσθῇς τὸ "τοῦ θεοῦ" ἢ τὸ "τοῦ διαβόλου", οὐδὲν οὐδέπω ἐσήμανες. διὰ τοῦτο οὐδαμοῦ ἁπλῶς εἴρηται "ἄγγελος", ἀλλ' «ἄγγελος κυρίου ἐστίν». καὶ τοῦτο σημαίνει, ὅτι τὴν οἰκονομίαν εἰσὶν ἐγκεχειρισμένοι τῆς οἰκουμένης—τοῦτο γάρ ἐστι παρεστάναι ἐνώπιον τοῦ κυρίου —, ὥσπερ ὁ Ζαχαρίας τοὺς ἵππους φησὶν ἑωρακέναι τὸ ὀξὺ καὶ ταχὺ τῶν δυνάμεων αἰνιττόμενος. περιελθών, φησίν, τὴν γῆν καὶ ἐμπεριπατήσας αὐτήν. ὁρᾷς, ὅτι ὁ οὐρανὸς οὐ βατὸς τῷ δαίμονι τούτῳ τῷ πονηρῷ; εἰ δὲ λέγοι τις· «εἶτα ὁ οὐρανὸς ἄβατος, ἡ δὲ γῆ αὐτὸν ἐδέξατο;», ναί, πρὸς τὸ σοὶ συμφέρον. εἰ γὰρ ἐχθρὸν οὕτως ἔχων νήφοντα οὐδὲ οὕτω διανίστασαι, εἰ καὶ ταύτης ἀπηλλάγης τῆς φροντίδος καὶ τῆς μερίμνης, τίνος οὐκ ἂν ᾖς ὑπνωδέστερος; μορμολύκειόν σοι τοιοῦτον ἔθηκεν, καὶ οὐ διανίστασαι; οὐχ ὁρᾷς, πῶς καὶ Παῦλος δείκνυσι τὸ κέρδος τὸ ἀπὸ τούτου λέγων· οὐ γάρ ἐστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου. τί ποιεῖς, Παῦλε; τὴν δύναμιν τῶν ἐναντίων διηγούμενος καταβάλλεις τὰ φρονήματα τῶν οἰκείων; «οὐχί», φησίν, «ἀλλὰ διεγείρω μᾶλλον. εἰ μὲν γὰρ μὴ εἶχον τοσαύτην ἰσχὺν ὥστε αὐτὸν καταβαλεῖν, καλῶς ἔλεγες· εἰ δὲ ἔχουσι δύναμιν μείζονα, παρὰ ῥαθυμίαν ἡ ἧττα γίνεται. ταύτην οὖν διεγείρω.» μὴ τοίνυν ἀλγήσῃς, ὅτι ἀπὸ τοῦ οὐρανοῦ πρὸς τὴν γῆν ἐρρίφη, ἀλλὰ εὐχαρίστησον τῷ θεῷ, ὅτι σοι ἀνάγκην ἔδωκε τοῦ νήφειν, ὅτι σοι παιδαγωγὸν ἐπέστησε φρικτὸν καὶ χαλεπόν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg505.local001/.
