# Commentarius in Job 140

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job, Pg 140. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/commentarius-in-job/140

τὸ ἄδικον, 22,24a θήσεις ἐπὶ χώματι ἐν πέτρᾳ 24b καὶ ὡς πέτρα χειμάρρου Σωφείρ. 22,25a ἔσται σοι βοηθὸς ὁ παντοκράτωρ ἀπὸ ἐχθρῶν, 25b καθαρὸν δὲ ἀποδώσει σε ὥσπερ ἀργύριον πεπυρωμένον. 22,26a εἶτα ἐν παρρησίᾳ ἔσῃ ἔναντι κυρίου 26b ἀναβλέψας εἰς οὐρανὸν ἱλαρῶς. 22,27a εὐξαμένου δέ σου πρὸς αὐτὸν εἰσακούσεταί σου, 27b δώσει δὲ τὰς εὐχάς σου ἀποδοῦναι. 22,28a ἀποκαταστήσει δέ σοι δίαιταν δικαιοσύνης, 28b ἐπὶ δὲ ὁδοῖς σου ἔσται φέγγος, 22,29a ὅτι ἐταπείνωσας σεαυτόν. καὶ ἐρεῖς· ὑπερηφανευσάμην, 29b καὶ κύφοντα ὀφθαλμοῖς σώσει· 22,30a ῥύσεται δὲ ἀθῷον, 30b καὶ διασώθητι ἐν καθαραῖς χερσί σου. 23,1 ΥΠΟΛΑΒΩΝ ΔΕ ΙΩΒ ΛΕΓΕΙ· 23,2a καὶ δὴ οἶδα, ὅτι ἐκ χειρῶν μου ἡ ἔλεγξίς ἐστιν. τουτέστιν· «τὸν κατήγορον μετ' ἐμαυτοῦ περιφέρω· τὸν ἔλεγχον, τὴν ἀπόδειξιν τῶν κακῶν οἴκοθεν ἔχω.» 23,2b ἡ χεὶρ αὐτοῦ βαρεῖα γέγονεν ἐπ' ἐμοί, στενάζω δὲ ἐπ' ἐμαυτόν. «εἴθε ἐνῆν», φησίν, «παραυτὰ τῶν τιμωριῶν τὴν ψῆφον φέρεσθαι ἢ εὑρεῖν αὐτόν. εἴθε ἐνῆν δικάσασθαι», φησίν, «καὶ ἐντυχεῖν αὐτῷ καὶ μαθεῖν, τίνα ἦν, ἃ ἔμελλέ μοι πρὸς ταῦτα ἐρεῖν, ἃ ἔμελλε λέγειν.» ὅρα, πῶς ἐπέτυχεν, ὅπερ ηὔχετο· τοῦτο γὰρ ἔσχατον γέγονεν ἐν τῷ βιβλίῳ. «ἤθελον μαθεῖν, τί μοι ἔμελλεν ἐρεῖν καὶ εἰ ἔμελλε με ὁμοίως κολάζειν.» ταῦτα δὲ εἶπεν οὐχ ὡς καταγινώσκων ἀδικίαν. 23,3a τίς ἂν γνῴη, ὅτι εὕροιμι αὐτὸν 3b καὶ ἔλθοιμι εἰς τέλος; 23,4a εἴποιμι δὲ ἐμαυτοῦ κρίμα, 4b τὸ δὲ στόμα μου

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg505.local001/.
