# Commentarius in Job 145

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job, Pg 145. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/commentarius-in-job/145

26,1 ΥΠΟΛΑΒΩΝ ΔΕ ΙΩΒ ΛΕΓΕΙ· 26,2a τίνι πρόσκεισαι ἢ τίνι μέλλεις βοηθεῖν; 2b πότερον οὐχ ᾧ πολλὴ ἰσχὺς καὶ ὁ βραχίων κραταιός ἐστιν; 26,3a τίνι συμβεβούλευσαι; οὐχ ᾧ ἡ πᾶσα σοφία; 3b ἢ τίνι ἐπακολουθεῖς; οὐχ ᾧ μεγίστη δύναμις; 26,4a τίνι ἀπήγγειλας ῥήματα; 4b πνοὴ δὲ τίνος ἐστὶν ἡ ἐξελθοῦσα ἐκ σοῦ; τουτέστιν· «οὐδὲ ἐγὼ ἐγκαλῶ, ὅτι τοῦ θεοῦ τὸ μέρος ἀνεδέξω· καὶ γὰρ οὕτως ἔδει. οὐ μὴν ἐμὲ καταδικάζειν ἐχρῆν.» καὶ γὰρ ἔστι καὶ τὸν ὑπὲρ τοῦ θεοῦ λόγον εἰπεῖν καὶ τοῦτον μὴ ἀφεῖναι γενέσθαι ἐγκλήμασιν ὑπεύθυνον. 26,5a μὴ γίγαντες μαιωθήσονται 5b ὑποκάτωθεν ὕδατος καὶ γειτόνων αὐτοῦ; 26,6a γυμνὸς ὁ ᾅδης ἐνώπιον αὐτοῦ 6b καὶ οὐκ ἔστι περιβόλαιον τῇ ἀπωλείᾳ. 26,7a ἐκτείνων βορέαν ἐπ' οὐδενί, 7b κρεμνῶν γῆν ἐπ' οὐδενός, 26,8a δεσμεύων ὕδωρ ἐν νεφέλαις αὐτοῦ, 8b καὶ οὐκ ἐρράγη νέφος ὑποκάτωθεν αὐτοῦ. 26,9a ὁ κρατῶν πρόσωπον θρόνου, 9b σκέπων ἐπ' αὐτὸν νέφος αὐτοῦ. 26,10a πρόσταγμα ἐγύρωσεν ἐπὶ πρόσωπον ὕδατος 10b μέχρι συντελείας φωτὸς μετὰ σκότους. 26,11a στῦλοι οὐρανοῦ ἐπετάσθησαν 11b καὶ ἐξέστησαν ἀπὸ τῆς ἐπιτιμήσεως αὐτοῦ. 26,12a ἰσχύι ἑαυτοῦ κατέπαυσεν θάλασσαν, 12b ἐπιστήμῃ δὲ ἔστρωσε τὸ κῆτος. 26,13a κλεῖθρά τε οὐρανοῦ δεδοίκεισαν αὐτόν, 13b προστάγματι δὲ ἐθανάτωσε δράκοντα ἀποστάτην. 26,14a ἰδοὺ ταῦτα μέρη ὁδοῦ αὐτοῦ, 14b καὶ ἐπὶ ἰκμάδα λόγου ἀκουσόμεθα ἐν αὐτῷ. 14c σθένος δὲ βροντῆς αὐτοῦ τίς οἶδεν ὁπότε ποιήσει; 27,1 ΕΤΙ ΔΕ ΠΡΟΣΘΕΙΣ ΙΩΒ ΕΙΠΕΝ ΤΩΙ ΠΡΟΟΙΜΙΩΙ· 27,2a ζῇ κύριος, ὃς οὕτω με κέκρικεν, 2b καὶ ὁ παντοκράτωρ ὁ πικράνας μου τὴν ψυχήν· 27,3a ἦ μὴν ἔτι τῆς πνοῆς μου ἐνούσης ἐν ἐμοί, 3b πνεῦμα δὲ θεῖον ἔτι περι-

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg505.local001/.
