# Commentarius in Job 146

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job, Pg 146. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/commentarius-in-job/146

ὸν ἐν ῥινί μου, 27,4a οὐ μὴ λαλήσῃ, φησίν, τὰ χείλη μου ἄνομα 4b οὐδὲ ἡ ψυχή μου μελετήσει ἄδικα. τουτέστιν· «ἐπὶ τῆς αὐτῆς στήσομαι ψήφου. οὐδείς με παρατρέψαι δυνήσεται, οὐδεὶς ἐκκροῦσαι, οὐδεὶς ἀπαγαγεῖν τοῦ προκειμένου.» 27,5a μή μοι εἴη δικαίους ὑμᾶς ἀποφῆναι, ἕως ἂν ἀποθάνω. τουτέστιν· «οὐ κατηγορήσω ἐμαυτοῦ οὐδὲ μεταθήσομαι· κἂν μυρία λέγητε, οὐ προήσομαι τὴν ψῆφον.» 27,5b οὐ γὰρ ἀπαλλάξω τὴν ἀκακίαν μου ἀπ' ἐμοῦ, 27,6a δικαιοσύνῃ δὲ προσέχων οὐ μὴ προῶμαι. 6b οὐ γὰρ σύνοιδα ἐμαυτῷ ἄτοπα πράξας. ὃ λέγει, τοιοῦτόν ἐστιν, ὅτι «ὁ ἀδικῶν οὐκ ἔχει παρρησίαν οὐδὲ φθέγξασθαι οὐδὲ εἰπεῖν ταῦτα ἅπερ ἐγὼ νῦν, ἀλλ' ἀφῄρηται καὶ ἐπεστόμισται· ἐγὼ δὲ τοῦτο οὐκ ἔπαθον, ἀλλὰ λέγω καὶ ἀντιλέγω, οἱ δὲ ἄδικοι οὐχ οὕτως.» 27,7a οὐ μὴν δὲ ἀλλὰ εἴησαν οἱ ἐχθροί μου, φησίν, ὥσπερ ἡ καταστροφὴ τῶν ἀσεβῶν 7b καὶ οἱ ἐπ' ἐμὲ ἐπανιστάμενοι ὥσπερ ἡ ἀπώλεια τῶν παρανόμων. «ἀπόλοιντο», φησίν, «οἱ ἐχθροί μου· συκοφαντοῦσι γάρ με.» 27,8a ναὶ μήν· τίς γάρ ἐστιν ἔτι ἐλπὶς ἀσεβεῖ, ὅτι ἐπέχει; 8b μὴ πεποιθὼς ἐπὶ κύριον, εἰ ἄρα σωθήσεται 27,9a ἢ τὴν δέησιν αὐτοῦ ἀκούσῃ ὁ θεός; 9b ἐπελθούσης δὲ ἀνάγκης 27,10a μὴ ἔχειν τινὰ παρρησίαν ἐναντίον αὐτοῦ 10b ἢ πῶς ἐπικαλεσαμένου αὐτοῦ εἰσακούσεται αὐτοῦ; τίς γάρ, φησίν, ἐστὶν ἔτι ἐλπὶς ἀσεβεῖ, ὅτι ἐπέχει; «καθάπερ ἐγώ», φησίν, «προσδοκῶ σῴζεσθαι καὶ διαφεύξεσθαι τὸν κίνδυνον τοῦτον. ἐγὼ λέγω», φησίν. 27,11a ἀλλὰ δὴ ἀναγγελῶ ὑμῖν, τί ἐστιν ἐν χειρὶ κυρί-

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg505.local001/.
