# Commentarius in Job 151

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job, Pg 151. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/commentarius-in-job/151

τίνος ἕνεκεν ἐμακάριζον αὐτόν; λέγει αὐτοῦ τὰ κατορθώματα· διέσωσα γάρ, φησίν, πτωχὸν ἐκ <χειρὸς> δυνάστου. ἀλλὰ πρῶτον ἀναθεὶς τῷ θεῷ τὴν ἐπισκοπὴν καὶ τὴν φυλακὴν αὐτοῦ, τότε καυχᾶται ἐν κυρίῳ. 29,13a εὐλογία ἀπολλυμένου ἐπ' ἐμὲ ἔλθοι, 13b στόμα δὲ χήρας εὐλόγησέ με. 29,14a δικαιοσύνην δὲ ἐνεδεδύκειν, 14b ἠμφιασάμην δὲ κρίμα ἴσα διπλοΐδι. 29,15a ὀφθαλμὸς ἤμην τυφλῶν, 15b ποὺς δὲ χωλῶν· 29,16a ἐγὼ ἤμην πατὴρ ἀδυνάτων. 16b δίκην δέ, ἣν οὐκ ᾔδειν, ἐξιχνίασα. 29,17a συνέτριψα μύλας ἀδίκων, 17b ἐκ δὲ μέσου ὀδόντων ἅρπαγμα ἐξήρπασα. 29,18a εἶπον· ἡλικία μου γηράσει 18b ὥσπερ στέλεχος φοίνικος, πολὺν δὲ χρόνον βιώσω. «οὐκ ἐπειδὴ ταύτῃ τῇ ἐλπίδι ἐποίουν, ἀλλ' ὅτι προσεδόκων ἐκ τούτου γῆρας μακρὸν ἀπὸ συνειδότος καλοῦ καὶ χρηστῶν ἐλπίδων.» διέσωσα γάρ, φησίν, πτωχὸν ἐκ χειρὸς δυνάστου. ὅρα αὐτὸν οὐκ ἐπὶ τῇ τῶν κακῶν ἀποχῇ μέγα φρονοῦντα, οὐκ ἐπὶ ταῖς θυσίαις καθάπερ οἱ Ἰουδαῖοι, ἀλλ' ἐπὶ τούτῳ, ᾧ βούλεται ὁ θεός· κρίνατε, φησίν, ὀρφανῷ καὶ δικαιώσατε χήραν· ὅρα αὐτὸν οὐκ ἐπαιρόμενον, ἀλλὰ τῇ δυνάμει πρὸς τὸ δέον χρώμενον λιμένα κοινὸν ὄντα καὶ καταφυγὴν τῶν ἐν ἀνάγκῃ. κοινὸς πατὴρ καὶ προστάτης ἦν· οὐ πρὸς ἀδικίαν ἐκέχρητο τῷ πλούτῳ, οὐ πρὸς ἀλαζονείαν τῇ δόξῃ, οὐ πρὸς κακουργίαν τῇ σοφίᾳ, ἀλλ' ὥστε ἀπαλλάττειν τῶν κατεχόντων δεινῶν τοὺς ἁλισκομένους. καὶ ὀρφανῷ, ᾧ οὐκ ἦν βοηθός, ἐβοήθησα. ὅρα αὐτὸν καὶ αὐτὰ μεθ' ὑποστολῆς λέγοντα. στόμα δέ, φησίν, χήρας εὐλόγησέ με. ἴστε δέ, ὅτι ἀχάριστόν πως

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg505.local001/.
