# Commentarius in Job 152

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job, Pg 152. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/commentarius-in-job/152

τὸ γένος ἐστίν, οὐ παρὰ τὴν οἰκείαν φύσιν οὐδὲ προαίρεσιν, ἀλλὰ παρὰ τὴν ἀνάγκην τῆς πενίας, καὶ πρᾶγμα δύσκολον ἐπαινέσαι τὸν εὖ ποιοῦντα. κάμινος γὰρ πτωχείας ἐστίν. δικαιοσύνην δέ, φησίν, ἐνεδεδύκειν. εἰσὶ γάρ, οἳ ἑτέρων μὲν προΐστανται, αὐτοὶ δὲ ἀδικοῦσι πολλάκις· ἀλλ' οὗτος οὐχ οὕτως. οὕτω διηνεκῶς ἦν ἐν τῷ δικαίῳ βίῳ, ὥστε καὶ περὶ θεοῦ ὅταν ἀκούσῃς, ὅτι ἱμάτιον ἔχει δικαιοσύνης, μὴ νομίσῃς ἱμάτια περὶ τὴν ἀσώματον φύσιν· οὐδὲ γὰρ οὗτος ταῦτα εἶχε τὰ ἱμάτια. ἠμφιασάμην δὲ κρίμα ἴσα διπλοΐδι. «οὕτως ἐνεκαλλωπιζόμην, καίτοι ἕτεροι τὸ πρᾶγμα δυσκολαίνουσιν, ἀγανακτοῦσιν, φορτικὸν εἶναι καὶ βαρὺ νομίζουσιν· ἀλλ' οὐκ ἐγώ», φησίν, «ἀλλ' ὥσπερ ἂν εἴ τις ἐπὶ διπλοΐδι καλλωπίζοιτο, οὕτω καὶ ἐγὼ διηνεκῶς, οὐχὶ σήμερον μέν, αὔριον δὲ οὐκέτι, ἀλλ' ὥσπερ ἀνάγκη τὰ ἱμάτια διὰ παντὸς ἔχειν, οὕτω καὶ τὰ πράγματα.» καίτοι τίς αὐτὸν κατέστησε δικαστήν; αὐτοχειροτόνητος κριτὴς παρὰ τῆς ἀρετῆς γέγονεν αὐτῆς καθάπερ Μωυσῆς. τοιούτους εἶναι ἐχρῆν τοὺς ἀνθρώπους· ἀλλ' ἐπειδὴ ἐγκατέλιπον τὴν ἀρετήν, ἔταξεν ὁ θεὸς ἐξουσίας. ὁρᾷς ἐν τῇ φύσει τὸ πρᾶγμα κείμενον, τὸ προστατικὸν λέγω; ἐπεὶ ποῖος, εἰπέ μοι, νόμος τοῦτον ἐπαίδευσεν; τίς κατηνάγκασεν; τίς τὴν ψῆφον ἔδωκεν; τίς ἐπὶ τὸν θρόνον ἀνεβίβασεν; ὀφθαλμὸς ἤμην, φησίν, τυφλῶν, ποὺς δὲ χωλῶν. οὐκ εἶπεν· «ἐπεκούφισα τὴν συμφοράν» οὐδὲ «τῆς πηρώσεως τὴν αἴσθησιν ἀνῄρουν», ἀλλ' «ὀφθαλμὸς ἤμην· ἔβλεπον δι' ἐμοῦ, οὐκ ἐλάμβανον πεῖραν τῆς οἰκείας συμφορᾶς δι' ἐμέ, οὐκ ἐπεζήτουν τοὺς χειραγωγοῦντας, τοὺς ὁδηγοῦντας, πανταχοῦ τὸ σκότος αὐτοῖς

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg505.local001/.
