# Commentarius in Job 155

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job, Pg 155. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/commentarius-in-job/155

ὃν τρόπον συμπαθὴς παρακαλῶν. 30,1a νυνὶ δὲ κατεγέλασάν μου 1b ἐλάχιστοι. τίνα οὖν ἐστι τὰ παρόντα ἔναντι τούτων; κατεγέλασάν μου, φησίν, ἐλάχιστοι. 30,1b νῦν νουθετοῦσί με ἐν μέρει, 1c ὧν ἐξουθένουν τοὺς πατέρας αὐτῶν, 1d οὓς οὐχ ἡγησάμην ἀξίους εἶναι κυνῶν τῶν ἐμῶν νομάδων. οὐχ ὑπερόπτης ὢν οὐδὲ ἀλαζὼν ὥστε ἀνθρώπους κυσὶ παραβάλλειν, ἀλλὰ τοὺς πονηροὺς καὶ μιαροὺς αἰνίττεται. τοὺς γὰρ τοιούτους οὐδὲν ἡγεῖτο. {ὅτι γάρ} διὰ τοῦτό φησιν· 30,2a καί γε ἰσχὺς χειρῶν αὐτῶν ἵνα τί μοι; 2b ἐπ' αὐτοὺς ἀπώλετο συντέλεια 30,3a ἐν ἐνδείᾳ καὶ ἐν λιμῷ ἀγῶνος, 3b οἱ φεύγοντες ἄνυδρον ἐχθές, 3c συνοχὴν καὶ ταλαιπωρίαν, 30,4a οἱ περικυκλοῦντες ἅλιμα ἐπὶ ἠχοῦντι, 4b ὧν ἅλιμα ἦν τὰ σιτία, 4c ἄτιμοί τε καὶ πεφαυλισμένοι, ἐνδεεῖς παντὸς ἀγαθοῦ, 4d οἳ καὶ ῥίζας ξύλων ἐμασῶντο ὑπὸ λιμοῦ μεγάλου. 30,5 ἐπανέστησάν μοι κλέπται, 30,6 ὧν οἱ οἶκοι αὐτῶν ἦσαν τρῶγλαι πετρῶν. 30,7a ἀνὰ μέσον εὐήχων βοήσονται 7b ἢ ὑπὸ φρύγανα ἄγρια διῃτῶντο. 30,8a ἀφρόνων υἱοὶ καὶ ἄτιμον ὄνομα 8b καὶ κλέος ἐσβεσμένον ἀπὸ γῆς. ὅρα καὶ ἑτέραν ἀρετήν· ὅπερ ὁ προφήτης ἔλεγεν· ἐξουδένωται ἐνώπιον αὐτοῦ πονηρευόμενος, τοὺς δὲ φοβουμένους τὸν κύριον δοξάζει. ἄτιμοι , φησίν, καὶ πεφαυλισμένοι, ἐνδεεῖς παντὸς ἀγαθοῦ, οἳ καὶ ῥίζας ξύλων ἐμασῶντο. ἑτέρα πονηρία τὸ καὶ ἐν πενίᾳ τοιούτους εἶναι. πένητες, ἀπόλιδες, ἀνέστιοι, οὔτε ἀπὸ κοσμικῆς εὐημερίας ἔχοντες μέγα φρονεῖν οὔτε ἀπὸ ἀρετῆς τῆς κατὰ ψυχήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg505.local001/.
