# Commentarius in Job 156

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job, Pg 156. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/commentarius-in-job/156

30,9a νυνὶ δέ, φησίν, κιθάρα αὐτῶν ἐγώ εἰμι, 9b καὶ ἐμὲ θρύλημα ἔχουσιν. 30,10a ἐβδελύξαντό με ἀποστάντες μακράν, 10b ἀπὸ δὲ προσώπου μου οὐκ ἐφείσαντο πτυέλου. 30,11a ἀνοίξας φαρέτραν αὐτοῦ ἐκάκωσέ με 11b καὶ χαλινὸν ἐπὶ πρόσωπόν μου ἐξαπέστειλεν. 30,12a ἐπὶ δὲ δεξιῶν τοῦ βλαστοῦ μου ἐπανέστησαν, 12b πόδα αὐτοῦ ἐξέτεινε 12c καὶ ὡδοποίησεν ἐπ' ἐμὲ τρίβους ἀπωλείας αὐτῶν. 30,13a ἐξετρίβησαν τρίβοι μου. ὁρᾷς, τίνα ἐστὶ τὰ μάλιστα αὐτὸν λυποῦντα; τὸ παρὰ τοιούτων σκώπτεσθαι ἐπὶ βλάβῃ τῇ ἐκείνων. «κλέπται», φησίν, «καὶ πονηροὶ καὶ μιαροὶ ἄνδρες καὶ παράνομοι μελέτημα καὶ θρύλημα ἡμᾶς ἐποιήσαντο.» εἶτα λέγει τὴν συμφορὰν καὶ ἐπαίρει πάλιν καὶ ἐκτραγῳδεῖ, ὅτι ὁ θεὸς τοῦτο ἐποίησεν· 30,13b ἐξέδυσε γάρ, φησίν, μὲ τὴν στολήν μου. 30,14a βέλεσιν αὐτοῦ κατηκόντισέ με, 14b κέχρηται δέ μοι, ὡς ἐβούλετο· ἐν ὀδύναις πέφυρμαι. 30,15a ἐπιστρέφονται δέ μου αἱ ὀδύναι, 15b ᾤχετό μου δὲ ἡ ἐλπὶς ὥσπερ πνεῦμα, 15c καὶ ὥσπερ νέφος ἡ σωτηρία μου παρῆλθεν. 30,16a καὶ νῦν ἐπ' ἐμὲ ἐκχυθήσεται ἡ ψυχή μου, 16b ἔχουσι δέ με ἡμέραι ὀδυνῶν, 30,17a νυκτὸς δέ μου τὰ ὀστᾶ συνέθλασαν 17b καὶ τὰ νεῦρά μου διαλέλυται. 30,18a πολλῇ ἰσχύι ἐπελάβετό μου τῆς στολῆς· 18b ὥσπερ τὸ περιστόμιον τοῦ χιτῶνός μου περιέσχε με. 30,19a ἥγηται δέ με ἴσα πηλῷ, 19b ἐν γῇ καὶ σποδῷ ἡ μερίς μου. 30,20a κέκραγα δὲ πρὸς σέ, καὶ οὐκ εἰσακούεις μου. 20b ἔστησαν καὶ κατενόησάν μοι, 30,21a ἐπέβησαν δέ μοι ἀνελεημόνως, 21b χειρὶ κραταιᾷ μεμαστίγωμαι. 30,22a ἔταξας δέ με ἐν ὀδύναις 22b καὶ ἀπέρριψάς με ἀπὸ σωτηρίας. 30,23a οἶδα γάρ, ὅτι θάνατός με ἐκτρίψει· 23b οἰκία γὰρ παντὶ θνητῷ γῆ. 30,24a εἰ γὰρ ὄφελον, φησίν, ἠδυνάμην ἐμαυτὸν χειρώσασθαι 24b ἢ δεηθῆναί με ἑτέρου καὶ ποιήσει μοι τοῦτο. ὁρᾷς, ὅτι τὸ ἠδυνάμην οὐ δι' ἀσθένειαν λέγει, ἀλλὰ διὰ τὸ κεκωλῦσθαι;

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg505.local001/.
