# Commentarius in Job 157

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job, Pg 157. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/commentarius-in-job/157

30,25a ἐγὼ δὲ ἐπὶ παντὶ ἀδυνάτῳ ἔκλαυσα. οὐ μικρὸν καὶ τοῦτο, ἀγαπητέ,—ἀλλ' εἰδείης τι εἰπεῖν καὶ ἐκείνου μεῖζον;—τὸ συμπαθητικὴν ἔχειν διάνοιαν. 30,25b ἐστέναξα δὲ ἰδὼν ἄνδρα ἐν ἀνάγκαις. «καίτοι ἐν πλούτῳ ὢν οὐδὲν τοιοῦτον ἐποίησα· οὐκ ἐφήσθην», φησίν, «ταῖς ἀλλοτρίαις συμφοραῖς, ὅπερ πάσχω νῦν.» 30,26a καὶ ἐπεῖχον ἐγὼ ἐν ἀγαθοῖς, 26b καὶ ἰδοὺ συνήντησάν μοι μᾶλλον ἡμέραι κακῶν. 30,27a ἡ κοιλία μου ἐξέζεσε καὶ οὐ σιωπήσεται, 27b προέφθασαν δέ με ἡμέραι πτωχείας. 30,28a στένων πεπόρευμαι ἄνευ φιμοῦ, 28b ἕστηκα δὲ ἐν ἐκκλησίᾳ κεκραγώς. 30,29a ἀδελφὸς γέγονα σειρήνων, 29b ἑταῖρος δὲ στρουθῶν. ἡ γὰρ ὑπερβολὴ τῶν κατειληφότων αὐτὸν δεινῶν ἠνάγκαζε θρηνεῖν καὶ ἀποδύρεσθαι. «οὐδὲ βουλόμενος ἡσυχάσαι δύναμαι», φησίν, «ἕστηκα δὲ ἐν ἐκκλησίᾳ κεκραγὼς οὐδένα τῶν παρόντων αἰδούμενος οὐδὲ αἰσχυνόμενος πλῆθος συνόδου.» τοῦτο δὲ ἀπὸ τοῦ μεγέθους γίνεται τῆς συμφορᾶς. «εἰς τὴν τῶν ὀρνίθων θηριωδίαν ἐξέπεσον», φησίν· «ἠγνόησα τὴν φύσιν τὴν οἰκείαν, οὐδὲν ἐκείνων ἄμεινον διάκειμαι.» τοῦτο καὶ ὁ Δαυίδ φησιν· ὡμοιώθην πελεκᾶνι ἐρημικῷ, ἐγενήθην ὡσεὶ νυκτικόραξ ἐν οἰκοπέδῳ. 30,30a τὸ δὲ δέρμα μου, φησίν, μεμελάνωται μεγάλως, 30b τὰ δὲ ὀστᾶ μου ἀπὸ καύματος συνεφρύγη. 30,31a ἀπέβη δὲ εἰς πένθος ἡ κιθάρα μου, 31b ὁ δὲ ψαλμός μου εἰς κλαυθμὸν ἐμοί. ὅρα καὶ ὄψιν ἀηδῆ τινα καὶ ἀποτρόπαιον, ἅπαν ἀπηνθισμένον αὐτῷ τὸ κάλλος. τὰ δὲ ὀστᾶ μου, φησίν, ἀπὸ καύματος συνεφρύγη, ἤτοι ἀπὸ τῆς

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg505.local001/.
