# Commentarius in Job 164

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job, Pg 164. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/commentarius-in-job/164

31,29a εἰ δὲ καὶ περιχαρὴς ἐγενόμην ἐπὶ πτώματι ἐχθροῦ μου 29b καὶ εἰ εἶπον τῇ καρδίᾳ μου· εὖγε εὖγε, 31,30a ἀκούσαι ἄρα τὸ οὖς μου τὴν κατάραν μου, 30b θρυληθείην δὲ ὑπὸ λαοῦ κακούμενος. διὰ τῶν ἔργων ἐκεῖνο ἐπλήρου τὸ λέγον· ἐὰν πέσῃ ὁ ἐχθρός σου, μὴ εὐφραίνου ἐπ' αὐτῷ, ἐν δὲ τῷ ὑποσκελίσματι αὐτοῦ μὴ ἐπαίρου. εἶτα καὶ πρὸς τοὺς οἰκέτας πῶς ἡμέρως διέκειτο· 31,31a εἰ δὲ καὶ πολλάκις εἶπον, φησίν, αἱ θεράπαιναί μου· 31b τίς ἂν δῴη ἡμῖν τῶν σαρκῶν αὐτοῦ πλησθῆναι; 31c λίαν μου χρηστοῦ ὄντος. ἐντεῦθεν γὰρ ἡ ἐπιείκεια πᾶσα, ὅταν πρὸς τὸν ὑποτεταγμένον φιλάνθρωπός τις ᾖ καὶ μὴ βίαιος. 31,32a ἔξω δέ, φησίν, οὐκ ηὐλίζετο ξένος, 32b καὶ ἡ θύρα μου παντὶ ὁδοιπόρῳ ἀνέῳκτο. 31,33 εἰ δὲ καὶ ἁμαρτὼν ἑκουσίως ἔκρυψα τὴν ἁμαρτίαν μου· 31,34a οὐ γὰρ διετράπην πολυοχλίαν λαοῦ μου τοῦ μὴ ἐξαγορεῦσαι ἐναντίον αὐτῶν. πολλὴ τοῦτο φιλοσοφία. ὁρᾷς, ὅτι οὐδὲν πρὸς δόξαν ἑώρα οὐδὲ διὰ τοὺς λοιποὺς ἐποίει; ὁ γὰρ οὕτως αὐτῶν ὑπερορῶν τῆς δόξης ὡς καὶ τὰς ἁμαρτίας τὰς ἑκουσίους ἐξαγγέλλειν—· τὰς μὲν γὰρ ἀκουσίους κἂν ὁ τυχὼν εἴποι ἅτε μέλλων συγγνώμης ἀπολαύσεσθαι παρὰ τῶν ἀκροατῶν. οὐ γὰρ διετράπην, φησίν, πολυοχλίαν λαοῦ μου. τουτέστιν· τῶν ὑποτεταγμένων, τῶν εἰδότων, τῶν γινωσκόντων καὶ αὐτὸ τὸ εἶδος τῆς ἁμαρτίας. τοῦτό ἐστιν ἀληθῶς φιλοσοφία. λέγε γὰρ σὺ τὰς ἁμαρτίας σου πρῶτος, ἵνα δικαιωθῇς. «τῶν μὲν οὖν ἀγαθῶν κατορθωμάτων οὐδένα μάρτυρα ἐποιούμην, τῶν δὲ ἁμαρτημάτων καὶ τῶν πταισμάτων πάντας ἐβουλόμην εἶναι τοὺς συνειδότας.» τοῦτο μεγίστη φιλοσοφία, τοῦτο κανὼν ἀρετῆς, τὰ μὲν κατορθώ-

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg505.local001/.
