# Commentarius in Job 169

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job, Pg 169. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/commentarius-in-job/169

εἶτα καὶ λογισμόν φησι δίκαιον· 32,9a οὐ γὰρ οἱ πολυχρόνιοί εἰσι σοφοὶ 9b οὐδὲ οἱ γέροντες οἴδασι κρίμα. «οὐ γὰρ ἀνάγκη», φησίν, «τοὺς πρεσβύτας μόνον εἶναι σοφούς, ἀλλ' ἔστι καὶ ἀπὸ νεότητος ἀκοῦσαί τι γενναῖον. εἰ γὰρ χρόνος ποιεῖ σοφούς, πολλῷ μᾶλλον ὁ θεός.» 32,10a διὸ εἶπον· ἀκούσατέ μου, 10b καὶ ἀναγγελῶ ὑμῖν, ἃ οἶδα. 32,11a ἐνωτίζεσθε τὰ ῥήματά μου· 11b ἐρῶ γὰρ ὑμῶν ἀκουόντων. 11b ἰδοὺ ἤκουσα τοὺς λόγους ὑμῶν, ἠνωτισάμην μέχρι συνέσεως ὑμῶν, 11c ἄχρις οὗ ἐτάσητε τοὺς λόγους ὑμῶν 32,12a καὶ ἕως ὑμῶν συνήσω. 12b καὶ ἰδοὺ οὐκ ἦν τῷ Ἰὼβ ὁ ἐλέγχων 12c ἀνταποκρινόμενος ῥήμασιν αὐτοῦ ἐξ ὑμῶν. ἢ τοῦτό φησιν, ὅτι «οὐδὲ τότε, ὅτε ἠλέγχετε, ὡς ἔδει ἠλέγξατε», ἢ ὅτι «ὕστερον ἐσιωπήσατε». 32,13 ἵνα δὲ μὴ εἴπητε· εὕρομεν σοφίαν προσθέμενοι κυρίῳ· 32,14 ἀνθρώπῳ δὲ ἐπετρέψατε λαλῆσαι τοιαῦτα ῥήματα. 32,15a ἐπτοήθησαν, οὐκ ἀπεκρίθησαν ἔτι, 15b ἐπαλαίωσαν ἐξ αὐτῶν λόγον. 32,16a ὑπέμεινα· οὐ γὰρ ἐλάλησαν, 16b ὅτι ἔστησαν, οὐκ ἀπεκρίθησαν. 32,17 ΥΠΟΛΑΒΩΝ ΔΕ ΕΛΙΟΥΣ ΛΕΓΕΙ· 32,18a πάλιν λαλήσω· πλήρης γάρ εἰμι ῥημάτων, 18b ὀλέκει δέ με τὸ πνεῦμα τῆς γαστρός, 32,19a καὶ ἡ γαστήρ μου ὥσπερ ἀσκὸς γλεύκους γέμων δεδεμένος 19b ἢ ὥσπερ φυσητὴρ χαλκέως δεδεμένος καὶ κατερρωγώς. δείκνυσιν, ὅτι πάλαι ταῦτα ὠδίνων εἰπεῖν ὑπέμεινε καὶ ἐκαρτέρει καὶ διαρραγῆναι εἶχεν· ὥστε πολλῆς τῆς ὑπομονῆς χρεία, ὅπερ ἐστὶ μάλιστα πάντων σοφίας ἔργον δύνασθαι ῥήματα κατασχεῖν. τοῦτο δὲ ἀπὸ τοῦ ζήλου τοῦ πρὸς τὸν θεὸν ἔπασχεν, τὸ οὕτω πυρωθῆναι.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg505.local001/.
