# Commentarius in Job 171

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job, Pg 171. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/commentarius-in-job/171

33,4a πνεῦμα θεῖον τὸ ποιῆσάν με, 4b πνοὴ δέ, φησίν, παντοκράτορος ἡ διδάσκουσά με. 33,5a ἐὰν δυνηθῇς, δός μοι ἀπόκρισιν πρὸς ταῦτα, 5b ὑπόμεινον καὶ στῆθι σὺ κατ' ἐμὲ καὶ ἐγὼ κατὰ σέ. 33,6a ἐκ πηλοῦ διήρτισαι σὺ ὡς καὶ ἐγώ, 6b ἐκ τοῦ αὐτοῦ διηρτίσμεθα πηλοῦ. ἐπειδὴ ἔλεγεν· «εἴ γε ἦν ὁ διακρίνων» καὶ ὅτι «ἄνθρωπός εἰμι», «ἰδού, ἐγὼ κατὰ σέ εἰμι, ἐκ τοῦ αὐτοῦ ἐσμεν», φησίν, «πηλοῦ». 33,7a οὐχὶ ὁ φόβος μου στροβήσει σε, 7b οὐδὲ ἡ χείρ μου βαρεῖα ἐπὶ σοὶ ἔσται. ἃ περὶ τοῦ θεοῦ ἔλεγεν. 33,8a πλὴν εἶπας ἐν ὠσί μου, 8b φωνὴν δὲ ῥημάτων σου ἀκήκοα, 33,9a διότι λέγεις, ὅτι· καθαρός εἰμι, οὐχ ἥμαρτον τοῖς ἔργοις, 9b ἄμεμπτος δέ εἰμι· οὐ γὰρ ἠνόμησα, 33, 10a μέμψιν δὲ κατ' ἐμοῦ εὗρεν. ἐπειδὴ περὶ τοῦ θεοῦ ἔλεγεν· οὐκ εἰσακούσεταί μου, «τοῦτό ἐστιν, ὃ ἐγκαλεῖς», φησίν, «ὅτι οὐκ εἰσήκουσέ σου τῆς δίκης. πόθεν δῆλον, εἰπέ μοι, ὅτι οὐκ εἰσήκουσεν; ὅτι κολάζει καὶ τιμωρεῖται; τοῦτο ἔργον αὐτῷ, ὥστε βελτίους ποιεῖν τοὺς ἀνθρώπους. πολλάκις γοῦν νόσῳ», φησίν, «παρέδωκεν ἐσχάτῃ πολλούς, καὶ ὅμως ἐν ἀρρωστίᾳ τοιαύτῃ ἐξησθενημένον τὸν ἄνθρωπον οὐδεὶς ἀνελεῖν δυνήσεται, κἂν μύριοι ὦσιν ἄγγελοι θανατηφόροι.» 33,10b καὶ ἥγηταί με, φησίν, ὥσπερ ὑπεναντίον ἑαυτῷ, 33,11a ἔθετο δὲ ἐν ξύλῳ τὸν πόδα μου 11b καὶ ἐφύλαξέ μου πάσας τὰς ὁδούς. 33,12a πῶς γὰρ λέγεις, ὅτι· δίκαιός εἰμι καὶ οὐκ ἐπακήκοέ μου; 12b αἰώνιος γάρ ἐστιν ὁ ἐπάνω βροτῶν. 33,13 λέγεις γάρ· διὰ τί τῆς δίκης μου οὐκ ἐπακήκοεν ἐν παντὶ ῥήματι; 33,14a ἐν γὰρ τῷ ἅπαξ λαλήσαι ὁ κύριος, 14b ἐν δὲ τῷ δευτέρῳ ἐνύπνιον ὡς φάσμα

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg505.local001/.
