# Commentarius in Job 172

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job, Pg 172. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/commentarius-in-job/172

33,15a ἐν μελέτῃ νυκτερινῇ, 15b ὡς ὅταν ἐπιπίπτῃ φόβος δεινὸς ἐπ' ἀνθρώπους 15c ἐπὶ νυσταγμάτων ἐπὶ κοίτης. 33,16a τότε ἀνακαλύπτει νοῦν ἀνθρώπων· 16b ἐν εἴδεσι φόβου τοιούτοις ἐξεφόβησεν αὐτοὺς 33,17a ἀποστρέψαι ἄνθρωπον ἐξ ἀδικίας αὐτοῦ, 17b τὸ δὲ σῶμα αὐτοῦ ἀπὸ ἀδικίας πτώματος ἐρρύσατο 33,18a καὶ ἐφείσατο τῆς ψυχῆς αὐτοῦ ἀπὸ θανάτου 18b τοῦ μὴ πεσεῖν αὐτὸν ἐν πολέμῳ. 33,19a πάλιν δὲ ἤλεγξεν αὐτὸν μαλακίᾳ ἐπὶ κοίτης, 19b καὶ πλῆθος ὀστέων αὐτοῦ ἐνάρκησεν. 33,20a πᾶν δὲ βρωτὸν σίτου οὐ μὴ δύνηται προσδέξασθαι, 20b καὶ ἡ ψυχὴ αὐτοῦ βρῶσιν ἐπιθυμήσει, 33,21a ἕως ἂν σαπῶσιν αὐτοῦ αἱ σάρκες 21b καὶ ἀποδείξῃ τὰ ὀστᾶ αὐτοῦ κενά, 33,22a ἐγγίσῃ δὲ ἡ ψυχὴ αὐτοῦ εἰς θάνατον, 22b ἡ δὲ ζωὴ αὐτοῦ ἐν τῷ ᾅδῃ. 33,23a ἐὰν ὦσι χίλιοι ἄγγελοι θανατηφόροι, 23b εἷς ἐξ αὐτῶν οὐ μὴ τρώσῃ αὐτόν. «οὐ δυνήσεται», φησίν, «ἐπειδὴ αὐτὸς κατέχει.» «πολλοὺς δέ», φησίν, «καὶ δι' ὀνειράτων ἐπαίδευσεν, καὶ πολέμου μὲν καὶ μάχης ἐξήρπασεν, ἑτέρᾳ δὲ παρέδωκεν τιμωρίᾳ.» ὃ λέγει, τοιοῦτόν ἐστιν· «εἰ μὴ τῆς προνοίας ἀπήλαυες τῆς αὐτοῦ, οὐκ ἂν ἀπώλου; οὐκ ἂν ἐν πολέμῳ καὶ μάχῃ κατέπεσες; ὥστε μάλιστα τοῦτό σοι τεκμήριον ἔστω τῆς προνοίας, ὅτι τοσαύτῃ προσπαλαίων νόσῳ καὶ ἀρρωστίᾳ οὐ τέθνηκας δυνάμενος πολλάκις καὶ χωρὶς τῆς ἀρρωστίας ταύτης, εἴ γε ἐγκατέλιπεν αὐτός, ἀποθανεῖν.» καὶ λέγεις· διὰ τί τῆς δικαιοσύνης μου οὐκ ἐπακούεις ἐν παντὶ ῥήματι; ἐν γὰρ τῷ ἅπαξ λαλήσαι ὁ κύριος. τουτέστιν· «οὐχὶ καθ' ἕκαστον ἀκούει καὶ παιδεύει, ἀλλὰ τοῦτό ἐστι τοῦ θεοῦ εἰς ἅπαξ τι ποιῆσαι καὶ μὴ κατὰ μικρόν. πολλάκις δι' ὀνειράτων παρῄνε-

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg505.local001/.
