# Commentarius in Job 177

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job, Pg 177. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/commentarius-in-job/177

35,7a καὶ εἰ δίκαιος εἶ, τί δώσεις αὐτῷ; φησιν, 7b ἢ τί ἐκ χειρός σου λήψεται; 35,8a ἀνδρὶ τῷ ὁμοίῳ σου ἡ ἀσέβειά σου 8b καὶ υἱῷ ἀνθρώπου ἡ δικαιοσύνη σου. 35,9a ἀπὸ πλήθους συκοφαντούμενοι κεκράξονται, 9b βοήσονται ἀπὸ βραχίονος πολλῶν. 35,10a καὶ οὐκ εἶπεν· ποῦ ἐστιν ὁ θεὸς ὁ ποιήσας με; «οὐχ ὁρᾷς», φησίν, «τὸ ὕψος, ὅσον ἐστίν;» 35,10b ὁ κατατάσσων, φησίν, φυλακὰς νυκτερινάς. τουτέστιν· καθάπερ ἐν στρατοπέδῳ. οὐχ ὁρᾷς πάντα διατεταγμένα καὶ μετὰ πλείονος ἀκριβείας ἕκαστον ἐν τάξει μένον τῇ προσηκούσῃ, οὐδὲν τῶν πάντων τὸν οἰκεῖον ὑπερβαῖνον ὅρον οὐδὲ τοῖς ἀλλοτρίοις ἐπιπηδῶν χωρίοις, καθάπερ τὰ πάντα τῶν φυλάκων κατεχόντων καθευδόντων τῶν ἀνθρώπων οὐδεὶς ἐπιβουλεύει. ὅρα τὰ θηρία· ὅτε διαβαίνει, τότε οὗτοι καθεύδουσιν. οὐκ ἐχρῆν ἐπινέμεσθαι τὰς πόλεις, οὐκ ἐχρῆν αὐτοὺς ἀπολωλέναι, δεδεμένοι καθεύδουσιν. 35,11a ὁ διορίζων με, φησίν, ἀπὸ τετραπόδων γῆς 11b καὶ ἀπὸ πετεινῶν οὐρανοῦ. 35,12a ἐκεῖ κεκράξονται, καὶ οὐ μὴ εἰσακούσῃ, 12b ἀπὸ ὕβρεως πονηρῶν. 35,13a ἄτοπα γὰρ ἰδεῖν οὐ βούλεται ὁ κύριος· 13b αὐτὸς γὰρ ὁ παντοκράτωρ ὁρατής ἐστι 35,14a πάντων τῶν συντελούντων τὰ ἄνομα, ὃς σώσει με. 14b κρίθητι δὲ ἐναντίον αὐτοῦ, εἰ δύνασαι αὐτὸν αἰνέσαι ὡς ἔστιν. 35,15a καὶ νῦν, ὅτι οὐκ ἔστιν ἐπισκεπτόμενος ὀργὴν αὐτοῦ 15b καὶ οὐκ ἔγνω παραπτώματι σφόδρα, 35,16a καὶ Ἰὼβ ματαίως ἀνοίγει τὸ στόμα αὐτοῦ, 16b ἐν ἀγνωσίᾳ ῥήματα βαρύνει. «ὁρᾷς», φησίν, «ἐν τῷ οὐρανῷ καθάπερ στρατιώτας τοὺς ἀστέρας τὴν οἰκείαν ἕκαστον περιπολοῦντας τάξιν;» εἶπε καὶ τὴν ἰδιάζουσαν εὐεργεσίαν· ὁ διορίζων με, φησίν, ἀπὸ

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg505.local001/.
