# Commentarius in Job 178

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job, Pg 178. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/commentarius-in-job/178

τετραπόδων· τοῦτο τῆς φύσεως. εἶτα πάλιν· οὐ μὴ εἰσακούσῃ, φησίν, ἀπὸ ὕβρεως πονηρῶν· τοῦτο φυλακή. ἄτοπα γὰρ ἰδεῖν οὐ βούλεται ὁ κύριος. οὐ μόνον οὐ δέχεται ὁ κύριος, ἀλλ' οὐδὲ ἰδεῖν βούλεται, ὥσπερ ἄλλος φησὶ προφήτης· καθαρὸς ὀφθαλμὸς τοῦ μὴ ὁρᾶν πονηρά. ὁρᾷς, πόση πρόνοια, πόση φυλακή, πόση σύνεσις; εἰ καὶ μή σε ἐκδικεῖ, ἀλλ' ἀπεχθῶς ἔχει πρὸς τὸ πρᾶγμα. εἶτα, ἐπειδὴ εἶπεν· οὐ βούλεται ὁρᾶν, ἵνα μὴ νομίσῃς ἀγνοίας εἶναι τὸ πρᾶγμα, ἀλλὰ μάθῃς, ὅτι σχέσεώς τινός ἐστι καὶ ἀντιλογίας, ἄκουσον, πῶς ἐπήγαγεν· αὐτὸς γὰρ ὁ παντοκράτωρ ὁρατής ἐστι τῶν συντελούντων τὰ ἄνομα. κρίθητι δὲ ἐναντίον αὐτοῦ, εἰ δύνασαι αὐτὸν αἰνέσαι ὡς ἔστιν. «εἰ δικαστήριον ἐκάθισεν», φησίν, «καὶ τὰ δικαιώματα προέθηκεν, οὐκ ἂν αὐτὸν ἐπῄνεσας; οὐκ ἂν αὐτὸν ἐδόξασας κατ' ἀξίαν ἐπὶ τοῖς εἰς σὲ γεγενημένοις νῦν, ὅτε νομίζεις ἀδικεῖσθαι καὶ κολάζεσθαι; τὸ μὲν γὰρ μὴ δύνασθαι κατ' ἀξίαν τὸν θεὸν ὑμνεῖν οὐδὲν μέγα, τὸ δὲ μέλλοντα κρίνεσθαι πρὸς αὐτὸν ἐν τοῖς πρὸς ἡμᾶς μὴ δύνασθαι κατ' ἀξίαν αὐτὸν ὑμνεῖν, τοῦτο μέγα.» 36,1 ΠΡΟΣΘΕΙΣ ΔΕ ΕΛΙΟΥΣ ΕΤΙ ΛΕΓΕΙ· 36,2a μεῖνόν με μικρὸν ἔτι, ἵνα διδάξω σε· 2b ἔτι γάρ μοι ἔνεστι λέξις. 36,3a ἀναλαβὼν τὴν ἐπιστήμην μου μακράν, 3b ἔργοις δέ μου δίκαια ἐρῶ 36,4a ἐπ' ἀληθείας, καὶ οὐκ ἄδικα, φησίν, ῥήματα 4b ἀδίκως συνίεις. τουτέστιν· τὰ ἐπὶ τῶν ἔργων αὐτῶν ἐκβαίνοντα δίκαια λέγω, οὐχὶ ῥήματα ταῦτά ἐστιν οὐδὲ λόγοι. εἶτα μετὰ πολλά φησιν· 36,21a ἀλλὰ φύλαξαι, μὴ πράξῃς ἄδικα. οὐκ εἶπεν ὅτι· «ἔπραξας.»

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg505.local001/.
