# Commentarius in Job 179

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job, Pg 179. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/commentarius-in-job/179

36,24a μνήσθητι οὖν, Ἰώβ, ὅτι μεγάλα ἐστὶν αὐτοῦ τὰ ἔργα, 24b ὧν ἦρξαν ἄνδρες. 36,25a πᾶς ἄνθρωπος εἶδεν ἐν ἑαυτῷ, 25b ὅσοι τιτρωσκόμενοί εἰσι βροτοί. τουτέστιν· ἀπολλύμενοι καθ' ἑκάστην ἡμέραν, ὅσους ἀναιρεῖ. 36,27a ἠρίθμηνται δὲ αὐτῷ ὑετοῦ σταγόνες. ἐνταῦθα τὴν γνῶσίν φησιν καὶ τὴν πρόνοιαν. 36,28b ἐσκίασε δὲ νέφη ἐπὶ ἀμυθήτων βροτῶν. 28c ὥραν δὲ ἔθετο κτήνεσιν, 28d καὶ οἴδασι κοίτης τάξιν. καίτοι λόγου ἀπεστερημένα ἀπὸ τῆς φύσεως ἔγνωσαν. προοιμιάζεται περὶ τούτων, περὶ ὧν μέλλει αὐτῷ ὁ θεὸς διαλέγεσθαι. 36,28e ἐπὶ τούτοις πᾶσιν, φησίν, οὐκ ἐξίσταταί σου ἡ διάνοια; οὐκ εἶπεν· "οὐ θαυμάζει;", ἀλλ' οὐκ ἐξίσταται;—ὄντως γὰρ ἔκστασις καὶ φρίκη, πόθεν τὰ ἄλογα τοσαύτην εὐταξίαν φυλάττει—, ἵνα μάθῃς, ὅτι καὶ σὺ οὐκ ἀπὸ τοῦ λόγου, ἀλλ' ἀπὸ τοῦ τὸν λόγον δεδωκότος κυβερνᾷ. καὶ μετὰ πολλά φησιν· 37,7b ἵνα γνῷ πᾶς ἄνθρωπος τὴν ἑαυτοῦ ἀσθένειαν. «διὰ τοῦτο», φησίν, «οὕτω μεγάλα αὐτοῦ τὰ δημιουργήματα, διὰ τοῦτο ψῦχος καὶ καῦμα, διὰ τοῦτο ἀέρων ἀνωμαλία.» μὴ γὰρ οὐκ ἐνῆν γενέσθαι κρᾶσιν ἀρίστην; ἀλλ' ἵνα πάντοθεν κωλύσῃ τοῦ φρονήματος τὸ ὑπερέχον καὶ διανιστάμενον, ἵνα γνῷ πᾶς ἄνθρωπος τὴν ἑαυτοῦ ἀσθένειαν. κατὰ πρόσωπον ψύχους αὐτοῦ, φησίν, τίς ὑποστήσεται; καὶ πᾶσα ἡ κτίσις πρὸς τοῦτο δεδημιούργηται καὶ πάντα διὰ τοῦτο γέγονεν. ἐπειδὴ γὰρ τοῦτο μάλιστα πάντων ἐξέβαλε τῆς τοῦ θεοῦ παρρησίας, πάντα πρὸς τὸ ἐναντίον κατεσκεύασεν ὁ θεός, καὶ τὴν κτίσιν καὶ τὴν κατασκευὴν τοῦ σώματος καὶ τὴν τοῦ βίου διαγωγήν, ὥστε ταῦτα πάντα διὰ ταπεινο-

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg505.local001/.
