# Commentarius in Job 18

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job, Pg 18. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/commentarius-in-job/18

νων ἐπιλαβέσθαι οὐκ ἔσχεν, τὴν γνώμην διαβάλλει· τῶν φανερῶν οὐκ ἐπιλαμβάνεται, ἀλλὰ τῶν ἀφανῶν. καὶ μὴν ἐξῆν εἰπεῖν· «πόθεν τοῦτο, ὦ μιαρέ, ὅτι διὰ τοῦτο σέβεται τὸν θεόν, διὰ τὸν πλοῦτον καὶ τὰ χρήματα;» ἀλλὰ ἐκ περιουσίας αὐτῷ βούλεται γενέσθαι τὴν νίκην καὶ οὐκ ἀμφισβητήσιμον, καὶ τοῖς ὅροις ἐμμένει τοῖς τοῦ θεοῦ. εἶπες γάρ· οὐ δωρεὰν σέβεται τὸν θεόν, καὶ τὴν αἰτίαν τέθεικας καὶ τοὺς λογισμούς, τὰ χρήματα. οὐκοῦν, ὅταν ἀναιρεθῇ τὰ χρήματα καὶ μείνῃ θεοσεβῶν, αὐτὸς σὺ ὁμολογήσεις, ὅτι δωρεὰν αὐτὸν σέβεται; πανταχοῦ γὰρ τὰς κρίσεις παρὰ τῶν ἐχθρῶν βούλεται φέρεσθαι ὁ θεός, ὥστε μηδένα αὐτοῖς καταλιπεῖν λόγον. καθάπερ ἐκεῖ ἔλεγεν· πονηρὲ δοῦλε, ἀπὸ τοῦ στόματός σου κρινῶ σε—καὶ πάλιν ἐπὶ τῶν Ἰουδαίων· δὸς ἡμῖν, φησίν, κουστωδίαν, μήποτε ἔλθωσιν οἱ μαθηταὶ αὐτοῦ καὶ κλέψωσιν αὐτόν· οὐκοῦν, ἐὰν λάβητε κουστωδίαν, οὐκ ἔξεστι λέγειν ὑμῖν, ὅτι ἔκλεψαν αὐτόν· οὕτως ἑαυτὴν ἡ πλάνη πανταχοῦ περιπείρει—, οὕτω καὶ ἐνταῦθα· «ἐὰν λάβῃς τὰ χρήματα, οὐκ ἔξεστί σοι λέγειν, ὅτι μὴ δωρεὰν αὐτὸν σέβεται;» τί πρὸς τοὺς παρόντας νῦν οὐδὲ μετὰ μισθοῦ σεβομένους τὸν θεόν; εἰ τὸ διὰ χρήματα αὐτὸν σέβειν οὐκ ἐπαινετόν, τὸ δὲ καὶ μετὰ χρημάτων αὐτοῦ καταφρονεῖν ποῦ κείσεται; αἰσχυνέσθωσαν Ἰουδαῖοι οὐδὲ μετὰ χρημάτων τοῦτο ποιοῦντες. οὐχὶ μισθωτὸς ὁ ἄνθρωπος ἦν. τὸν θεὸν σέβει, ἐπειδὴ αὐτὸ τοῦτο καλὸν ᾔδει ὄν, νῦν δὲ οἱ πολλοὶ οὐδὲ μετὰ χρημάτων. σὺ δέ, ὦ μιαρὲ καὶ παμπόνηρε, τίνος ἕνεκεν οὐ σέβεις τὸν θεόν; 1,10a οὐ σὺ περιέφραξας, φησίν, αὐτοῦ τὰ ἔξω, καὶ τὰ ἔσωθεν τῆς οἰκίας αὐτοῦ <10b καὶ τὰ ἔξωθεν πάντων τῶν ὄντων αὐτῷ κυκλόθεν;> «σὺ περιέφραξας τὰ ἔξω καὶ τὰ ἔσωθεν τῆς οἰκίας αὐτοῦ τειχί-

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg505.local001/.
