# Commentarius in Job 182

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job, Pg 182. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/commentarius-in-job/182

ὅρα, τί ποιεῖ. ἐμοὶ δοκεῖ ἀπὸ τῶν ῥημάτων τούτων στοχαζομένῳ ἕτερόν τι αὐτοῦ τὴν διάνοιαν εἰσιέναι. ἐπειδὴ γὰρ πολλὰ ἦν, ἃ κατὰ τὴν διάνοιαν ἔσχεν ὁ Ἰὼβ καὶ εἰς μέσον ἐξενεγκεῖν οὐκ ἐτόλμα, ἀπὸ τούτου πρώτου διανίστησιν αὐτὸν καὶ δείκνυσιν, ὅτι προνοεῖ τῶν ἀνθρωπίνων πραγμάτων καὶ πάντα οἶδε σαφῶς, ὥστε ἀπὸ ἐκείνων προτέρων ἄρχεται τῶν μᾶλλον ἀσυγγνώστων. εἰ γάρ, ἅπερ ἐτόλμησεν εἰπεῖν, οὕτω φορτικὰ καὶ ἐπαχθῆ, πολλῷ μᾶλλον ἐκεῖνα. διὰ τοῦτο πρότερον αὐτοῖς ἐπιτίθησι τὸ φάρμακον. τίς οὗτος; φησίν. ὁμοῦ ἐκ προοιμίων δείκνυσι τὸ μέσον τοῦ θεοῦ καὶ αὐτοῦ ὅσον ἐστίν· «τίς ὁ κρύπτειν με ἐπιχειρῶν, εἰπέ μοι, τὸν τὰ ἀπόρρητα μετὰ ἀκριβείας εἰδότα; μὴ γάρ, ἐπειδὴ οὐκ εἶπες αὐτά, οὐχὶ ῥήματά ἐστιν; ἐτέχθη καὶ γέγονε λόγος, εἰ καὶ κρύπτεις.» ὁρᾷς, πῶς ἡμέρως, πῶς διορθωτικῶς καὶ ἐλεγκτικῶς; 38,3a ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου, 3b ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀποκρίθητι. ἐπειδὴ καταβεβλημένος ὑπὸ τῆς ἀθυμίας ἦν, διανίστησιν αὐτὸν διὰ τῶν ῥημάτων ὥστε προσέχειν τοῖς λεγομένοις καὶ κατὰ ἐρώτησιν προάγει τὸν λόγον, ὅπερ ἐστὶν ἐλεγκτικώτατον. μάλιστα δείκνυσιν, ὅτι πάντα σοφίᾳ καὶ συνέσει ποιεῖ καὶ οὐκ ἦν τοῦ τὰ τοσαῦτα μετὰ σοφίας καὶ συνέσεως ἐργαζομένου ἄνθρωπον, δι' ὃν ἅπαντα ἐτεκτήνατο, παριδεῖν <ἁπλῶς> καὶ ὡς ἔτυχε πάσχοντα κακῶς. 38,4a ποῦ ἦσθα, ὅτε ἐθεμελίωσα τὴν γῆν; 4b ἀπάγγειλόν μοι, εἰ ἐπίστασαι σύνεσιν, 38,5a τίς ἔθετο μέτρα αὐτῆς εἰ οἶδας 5b ἢ τίς ὁ ἐπαγαγὼν σπαρτίον ἐπ' αὐτῆς. 38,6a ἐπὶ τίνος οἱ κρίκοι αὐτῆς πεπήγασιν; 6b τίς δέ ἐστιν ὁ βαλὼν λίθον γωνιαῖον ἐπ' αὐτῆς;

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg505.local001/.
