# Commentarius in Job 183

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job, Pg 183. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/commentarius-in-job/183

«τί λέγεις;» φησίν. «γῆν μὲν μετὰ ἀκριβείας τοσαύτης ἐστήριξα διὰ σέ, σὲ δὲ παρόψομαι, δι' ὃν ἐκείνην ἐποίησα;» διὰ τοῦτο οὐ λέγει τῆς πλάσεως τὴν σοφίαν καὶ τὴν δημιουργίαν τὴν κατὰ τὴν κατασκευήν, ἀλλ' ἐκ περιουσίας ἀπὸ τῆς γῆς, ἀπὸ τοῦ οὐρανοῦ δείκνυσιν, ὅτι «εἰ ὁ κόσμος», φησίν, «τοσαύτης ἀπολαύει προνοίας διὰ σέ, πολλῷ μᾶλλον σύ.» ποῦ ἦς, φησίν, ὅτε ἐθεμελίωσα τὴν γῆν; πρὸς τοὺς βουλομένους αὐτὸν ἀπαιτεῖν εὐθύνας καὶ λόγους τῶν γινομένων καὶ οὐ στοχαζομένους αὐτοῦ τῆς σοφίας τὸ μεγαλεῖον. «τίς παρῄνεσεν; τίς συνεβούλευσεν; τίς ἐβοήθησεν;» οὐκ εἶπεν· "ὅτε ἐποίησα", ἀλλ' ὅτε ἐθεμελίωσα. καὶ γὰρ αὐτὸ τὸ στῆναι αὐτὴν μεγάλης τέχνης ἦν οὐκ ἔχουσαν θεμέλιον οὐδὲ κρηπῖδα οὐδὲ ὑποβάθραν, σώματος ὄγκον τοσοῦτον ἐναρμόσαι καὶ πῆξαι βεβαίως οὕτως ὡς ἐν τοσούτῳ χρόνῳ μὴ παρασαλευθῆναι. τίς ἔθετο μέτρα αὐτῆς, φησίν, εἰ οἶδας ἢ τίς ὁ ἐπαγαγὼν σπαρτίον ἐπ' αὐτῆς. ἀπόρρητα μανθάνομεν μυστήρια ὄντως, καὶ τὸ πρὸς τὸν Ἰὼβ λεγόμενον οὐ πρὸς ἐκεῖνον εἴρηται μᾶλλον ἢ πρὸς ἡμᾶς· ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου. καὶ γὰρ ἡμῖν ταύτης δεῖ τῆς προθυμίας καὶ τῆς διαναστάσεως. τίς τέθεικεν αὐτῆς τὰ μέτρα; ἄρα οὐχ ἁπλῶς τοσαύτη γεγένηται οὐδὲ ὡς ἔτυχεν οὐδὲ εἰκῇ, ἀλλὰ πρός τινα σκοπὸν ὁ θεὸς ὁρῶν σύμμετρον οὕτως ἐποίησε καθάπερ ἀριστοτέχνης ἄριστος. τοσαύτην γὰρ ἔδει γενέσθαι καὶ οὔτε ἐλάττονα οὔτε πλείονα. τὸ δὲ διὰ τί ἡμῖν μὲν οὐ δυνατὸν συνιδεῖν, τῷ δὲ πεποιηκότι μόνῳ. μετὰ γὰρ τοσαύτης ἀκριβείας αὐτὴν ἐποίησεν ὥσπερ ἂν εἴ τις σπαρτίον ἐκτείνας. καὶ ἐμοὶ δοκεῖ, εἰ καὶ τὸ τυχὸν προσετέθη, ἄκαιρον εἶναι, καὶ εἰ τὸ τυχὸν ἀφῃρέ-

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg505.local001/.
