# Commentarius in Job 184

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job, Pg 184. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/commentarius-in-job/184

θη, ἄκαιρον εἶναι καὶ ἄχρηστον ἂν γενέσθαι. ὥσπερ γὰρ τῇ συμμετρίᾳ τῶν μελῶν τῶν ἡμετέρων εἰ προσθείη τις καὶ τὸ τυχόν, τῷ τε κάλλει λυμαίνεται τοῦ παντὸς σώματος καὶ τὴν χρείαν ἐνεπόδισεν, οὕτως ἐμοὶ δοκεῖ εἰ πλέθρου μέτρον προσθείη τις τῇ γῇ πάσῃ, τῷ λόγῳ πᾶσαν αὐτὴν λυμήνασθαι. οὕτω μετὰ ἀκριβείας αὐτῆς τὰ μέτρα διατετύπωται, καὶ οὐκ ἂν ἄλλως σταίη ἢ οὕτως ὥσπερ ὁ θεὸς ἐποίησεν. οὐχ ὡς τούτων γενομένων οὐδὲ ὡς τοῦ θεοῦ σπαρτίον ἐπαγαγόντος, ἀλλ' ὅτι καὶ μέτρον θεῖναι ἀδύνατον καὶ σπαρτίον ἐπενεχθῆναι, ἀλλ' ὅτι μετὰ τοσαύτης ἀκριβείας γέγονε μεθ' ὅσης ἂν εἰ ταῦτα ἐγένετο, μᾶλλον δὲ μετὰ πολλῷ πλείονος. ὅμως δὲ δείκνυσιν ἡμῖν διὰ τούτων τὴν σοφίαν, διὰ τῶν γνωρίμων ἡμῖν. ἐπὶ τίνος, φησίν, οἱ κρίκοι αὐτῆς πεπήγασιν; πρῶτον μὲν «ἐκκρεμής ἐστιν», φησίν. ποῖοι κρίκοι αὐτὴν φέρουσιν; πάλιν οὐχ ὡς τούτων ὄντων, ἀλλ' ὡς ἀσφαλῶς οὕτω βεβηκυίας αὐτῆς ὥσπερ ἂν εἰ κρίκοι ἦσαν ἄνωθεν βαστάζοντες καὶ πεπηγότες. ἐπειδὴ γὰρ ὁ κρίκος μετέωρον φέρει τὸ σῶμα, τὸ δὲ μετέωρον οὐχ ἕστηκεν, διὰ τοῦτό φησιν· πεπήγασιν. τίς δέ ἐστιν ὁ βαλὼν λίθον γωνιαῖον ἐπ' αὐτῆς; ὅτι οὕτως ἕστηκεν ἑδραία ὥσπερ ἐπ' οἰκοδομῆς ἐπ' ἀσφαλοῦς βεβηκυῖα θεμελιώσεως τῇ βουλήσει τοῦ θεοῦ. ἐν τῇ γὰρ γὰρ χειρὶ αὐτοῦ πάντα τὰ πέρατα τῆς γῆς. 38,7a ὅτε ἐγενήθησαν ἄστρα, 7b ᾔνεσάν με φωνῇ μεγάλῃ πάντες ἄγγελοί μου. ἀπὸ τούτου δῆλον, ὅτι πρῶτοι οἱ ἄγγελοι τοῦ κόσμου τούτου γεγένηνται. καὶ φωνῇ μεγάλῃ ᾔνεσαν, τουτέστιν· ὑπὸ τῆς ὄψεως αὐτῆς ἐξεπλάγησαν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg505.local001/.
