# Commentarius in Job 185

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job, Pg 185. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/commentarius-in-job/185

38,8a ἔφραξας δὲ θάλασσαν πύλαις, 8b ὅτε ἐμαιοῦτο καὶ ἐκ κοιλίας μητρὸς αὐτῆς ἐξεπορεύετο; τουτέστιν· «ὅτε ἐγένετο, σὺ αὐτὴν ἐτείχισας;» τίνος δὲ ἕνεκέν φησιν· ὅτε ἐμαιοῦτο; ἵνα δείξῃ, ὅτι κατὰ μικρὸν γέγονε καὶ οὐχ ὁμοῦ οὕτω παρήχθη. παραπέμπει δὴ πρὸς τὴν διήγησιν τὴν Μωσέως τὸν ἀκροατήν· καθάπερ μαιουμένη οὕτω πρῶτον μὲν διεχύθη, εἶτα διεπλάσθη καὶ συνήχθη. ἵνα γὰρ μὴ νομίσῃς φυσικὸν εἶναι τοῦτο τὸ κατέχεσθαι αὐτὴν ἐν τοῖς κόλποις ἐκείνοις τὸ ἐναντίον πρῶτον ἀφίησι γενέσθαι ὑπὲρ νώτων τῆς οἰκουμένης ἁπάσης διαχυθῆναι συγχωρήσας τὸ ὕδωρ. τοῦτο δὲ καὶ ἐπὶ τῶν ἄλλων στοιχείων ἐποίησεν. τῇ γὰρ διακοσμήσει τῇ μετὰ ταῦτα γίνεσθαι μελλούσῃ τὴν προτέραν ἔδειξε κατάστασιν, οἷον ἐπὶ τῆς γῆς· ὅτι γὰρ ὁμιλοῦσα ὕδασιν ἔμελλεν εἶναι πηλός, ἐδήλωσεν ἡ πρώτη καταβολὴ τῶν στοιχείων. ὅτι μὴ κατεχόμενον τὸ ὕδωρ ἔμελλε πανταχοῦ διαχεῖσθαι, ἡ πανταχοῦ τῆς οἰκουμένης ἐδήλωσε θάλασσα. ὅτι καὶ πρὸ τῶν σπερμάτων δυνατὸν ἦν τῷ θεῷ πάντα ποιῆσαι, καὶ τοῦτο ἔδειξεν, ὅτε καὶ χωρὶς γάμου παρήγαγε τοὺς πρωτοπλάστους. καὶ τοῦτο δέ, ὅτι, εἰ μὴ διεκεκόσμητο τὸ πῦρ, πάντα ἂν κατέφλεξεν, ἔδειξεν, ὅτε τὸ πῦρ ἔβρεξεν. καὶ ἐπὶ τοῦ ὑετοῦ τοῦ Νῶε· ἐπειδὴ γὰρ οὐδεὶς παρῆν ἐκείνῃ τῇ διακοσμήσει, ἑτέρᾳ πάλιν ἐποίησεν. οὐχ ὅτι μητέρα εἶχεν οὐδὲ ὅτι ἀπὸ κοιλίας ἐξῆλθεν. 38,9a ἐθέμην δὲ αὐτῇ νέφος ἀμφίασιν. μηδὲ τοῦτο τῆς φύσεως εἶναι νομίσῃς τοὺς ἀτμοὺς τοὺς ἀπὸ τῶν ὑδάτων. «καὶ τοῦτο ἀπὸ τοῦ ἐμοῦ προστάγματος», φησίν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg505.local001/.
