# Commentarius in Job 189

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job, Pg 189. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/commentarius-in-job/189

ὁρᾷς, ὅτι τοῦτο βούλεται τὸ εὔκαιρον δηλῶσαι, ὡς ἄρα κατὰ καιρὸν τοῦτο γίνεται καὶ οὐχ ἁπλῶς; εἶτα καὶ περὶ τῶν ἄλλων ἁπάντων, ὑετῶν λέγω καὶ πάχνης καὶ τὸ ἐναντίον νότου· 38,24a πόθεν δέ, φησίν, ἐκπορεύεται πάχνη 24b ἢ διασκεδάννυται νότος εἰς τὴν ὑπ' οὐρανόν; 38,25a τίς δὲ ἡτοίμασεν ὑετῷ λάβρῳ ῥύσιν, 25b ὁδὸν δὲ κυδοιμῶν 38,26a τοῦ ὑετίσαι ἐπὶ γῆν, οὗ οὐκ ἦν ἀνήρ, 26b ἔρημον, οὗ οὐχ ὑπάρχει ἐν αὐτῇ ἄνθρωπος, 38,27a τοῦ χορτάσαι ἔρημον καὶ ἀοίκητον 27b καὶ τοῦ βλαστῆσαι ἔξοδον χλόης; ὁρᾷς, ὅτι οὐκ ἐν ἑνὶ μέρει ἰσχυρὸς ὁ θεός, ἀλλ' ἐν ἅπασιν; 38,28a τίς δέ ἐστιν ὑετοῦ πατήρ; 28b τίς δέ ἐστιν ὁ τετοκὼς συνοχὰς καὶ βώλους δρόσου; 38,29a ἐκ γαστρὸς δὲ τίνος ἐκπορεύεται ὁ κρύσταλλος; οὐχ ὅτι ἐκ γαστρὸς αὐτοῦ, μὴ γένοιτο. ἀλλὰ τί βούλεται ὁ τόκος ἐνταῦθα καὶ ἡ γαστήρ; ὥσπερ, ὅταν φησὶ περὶ τῆς θαλάσσης, ὅτι «ὅτε ἡ μήτηρ αὐτὴν ὤδινεν», οὐχὶ μητέρα θαλάσσης λέγει, οὕτω καὶ ἐνταῦθα οὐχ, ὅτι ἀπὸ γαστρὸς ἐξῆλθεν, ἀλλὰ τὴν διάπλασιν καὶ τὴν αἰτίαν. τίνος οὖν ἕνεκεν τὸ ὄνομα τοῦ τόκου τέθεικεν ἐνταῦθα συνεχῶς; ἐμοὶ δοκεῖ καὶ τὸν αἴτιον αἰνίττεσθαι βουλόμενος τὸν πρῶτον καὶ μόνον καὶ τὸ διαπλάττεσθαι τὰ δημιουργήματα καὶ πρὶν ἢ αὐτὰ ἀπαρτισθῆναι. ὥστε κἂν ἐπὶ τοῦ υἱοῦ ταῦτα λέγηται, περιττῶς αὐτὰ περιφέρουσιν. ἐκεῖ γὰρ τὸ υἱὸς καὶ τὸ ἐγέννησα καὶ τὸ μονογενὴς καὶ ὅσα τοιαῦτα, ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg505.local001/.
