# Commentarius in Job 199

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job, Pg 199. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/commentarius-in-job/199

τες, μᾶλλον δὲ οὐκ ἔλεγον ζήλῳ τῷ κατὰ θεόν· ἦ γὰρ ἂν συνεγνώσθησαν. ὥστε δικαίως αὐτοῖς ὁ Ἰὼβ ἐγκαλεῖ. ἐκ τούτου μανθάνομεν, ὅτι ὁ κατηγορῶν τῶν δικαίων οὐ μικρὰν ἁμαρτίαν τίνει. 42,11a ἤκουσαν δέ, φησίν, πάντες οἱ ἀδελφοὶ αὐτοῦ καὶ αἱ ἀδελφαὶ αὐτοῦ 11b πάντα τὰ συμβεβηκότα αὐτῷ 11c καὶ ἦλθον πρὸς αὐτὸν 11d καὶ πάντες ὅσοι ᾔδεισαν αὐτὸν πρὸ τούτου. 11e φαγόντες δὲ καὶ πιόντες παρ' αὐτῷ παρεκάλεσαν αὐτὸν 11f καὶ ἐθαύμασαν ἐπὶ πᾶσι τοῖς κακοῖς, οἷς ἐπήγαγεν αὐτῷ ὁ κύριος. 11g καὶ ἔδωκαν αὐτῷ ἕκαστος ἀμνάδα μίαν καὶ τετράδραχμον χρυσοῦν ἄσημον. τεκμήριον καὶ σημεῖον τῆς μεταβολῆς. τὸν γὰρ ὑπὸ τοῦ θεοῦ τιμηθέντα καθάπερ ὑπὸ βασιλέως τιμᾶν εἰώθασιν ἄνθρωποι. καὶ πάντα αὐτῷ μετεβέβλητο καὶ διπλᾶ ἦν· 42,13 γεννῶνται δὲ αὐτῷ, φησίν, υἱοὶ ἑπτὰ καὶ θυγατέρες τρεῖς. εἶτα καὶ τὰ ὀνόματα αὐτῶν, <ἃ> τάχα ἀπὸ τῶν συμβάντων ἐπέθηκεν Ἡμέραν, Κασσίαν καὶ Ἀμαλθίας Κέρας ὀνομάσας. εἶτα καὶ περὶ τῶν βασιλέων φησὶ καὶ ὅτι οὗτος πέμπτος ἀπὸ Ἀβραάμ. ἔτι ἐν Αἰγύπτῳ ἦσαν οἱ Ἰουδαῖοι, ἔμελλον ἀνιέναι λοιπόν, ὡς, εἴ γε ἐβούλοντο οὐ μικρὸν ηὕρισκον ἐμπύρευμα εὐσεβείας· οὐδὲ γὰρ εἰκὸς ἦν λαθεῖν. εἰ γὰρ ἔτι καὶ νῦν δείκνυται τὰ λείψανα, πολλῷ μᾶλλον τότε ἐδείχθη ἂν νεαρῶν ὄντων τῶν πραγμάτων καὶ τὸ μέγεθος τῶν συμβεβηκότων καὶ οἱ ἐν τῇ Ἀραβίᾳ πάντες ἂν ἔγνωσαν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg505.local001/.
